Pindar

Pythian Ode 1.15-28 (470 BC)

Pindar describes Typhon’s final confinement beneath Etna in Sicily.

ὅσσα δὲ μὴ πεφίληκε Ζεύς, ἀτύζονται βοὰν
Πιερίδων ἀΐοντα, γᾶν τε καὶ πόντον κατ᾽ ἀμαιμάκετον,
ὅς τ᾽ ἐν αἰνᾷ Ταρτάρῳ κεῖται, θεῶν πολέμιος,
Τυφὼς ἑκατοντακάρανος: τόν ποτε
Κιλίκιον θρέψεν πολυώνυμον ἄντρον: νῦν γε μὰν
ταί θ᾽ ὑπὲρ Κύμας ἁλιερκέες ὄχθαι
Σικελία τ᾽ αὐτοῦ πιέζει στέρνα λαχνάεντα: κίων δ᾽ οὐρανία συνέχει,
νιφόεσσ᾽ Αἴτνα, πάνετες χιόνος ὀξείας τιθήνα:
τᾶς ἐρεύγονται μὲν ἀπλάτου πυρὸς ἁγνόταται
ἐκ μυχῶν παγαί: ποταμοὶ δ᾽ ἁμέραισιν μὲν προχέοντι ῥόον καπνοῦ
αἴθων᾽: ἀλλ᾽ ἐν ὄρφναισιν πέτρας
φοίνισσα κυλινδομένα φλὸξ ἐς βαθεῖαν φέρει πόντου πλάκα σὺν πατάγῳ.
κεῖνο δ᾽ Ἁφαίστοιο κρουνοὺς ἑρπετὸν
δεινοτάτους ἀναπέμπει: τέρας μὲν θαυμάσιον προσιδέσθαι, θαῦμα δὲ καὶ παρεόντων ἀκοῦσαι,
οἷον Αἴτνας ἐν μελαμφύλλοις δέδεται κορυφαῖς
καὶ πέδῳ, στρωμνὰ δὲ χαράσσοισ᾽ ἅπαν νῶτον ποτικεκλιμένον κεντεῖ.

DSS no. 7. Translation can be found here.