Failure of Oracles, Moralia 414b and 417f-418c and 421c (c.100 AD)
Aspects of the memorialisation of the killing of Python.
414b:
αὶ γὰρ τοῦτο δὴ τοὐνταῦθα πρεσβύτατονὂν χρόνῳ τε δόξῃ τε κλεινότατον ὑπὸ θηρίου χαλεποῦ δρακαίνης πολὺν χρόνον ἔρημον γενέσθαι καὶ ἀπροσπέλαστον ἱστοροῦσιν, οὐκ ὀρθῶς τὴν ἀργίαν ἀλλ᾽ ἀνάπαλιν λαμβάνοντες: ἡ γὰρ ἐρημία τὸ θηρίον ἐπηγάγετο μᾶλλον ἢ τὸ θηρίον ἐποίησε τὴν ἐρημίαν.
417f-418c:
πλεῖστον δὲ τῆς ἀληθείας διαμαρτάνουσιν οἱ Δελφῶν θεολόγοι, νομίζοντες ἐνταῦθά ποτε πρὸς ὄφιν τῷ θεῷ περὶ τοῦ χρηστηρίου μάχην γενέσθαι, καὶ ταῦτα ποιητὰς καὶ λογογράφους ἐν θεάτροις ἀγωνιζομένους λέγειν ἐῶντες, ὥσπερ ἐπίτηδες ἀντιμαρτυροῦντας ὧν δρῶσιν ἱεροῖς τοῖς ἁγιωτάτοις. θαυμάσαντος δὲ τοῦ Φιλίππου ῾ παρῆν γὰρ ὁ συγγραφεὺσ᾽ καὶ πυθομένου, τίσιν ἀντιμαρτυρεῖν θείοις οἴεται τοὺς ἀγωνιζομένους: ‘τούτοις’ ἔφη ‘τοῖς περὶ τὸ χρηστήριον, οἷς ἄρτι τοὺς ἔξω Πυλῶν πάντας Ἕλληνας ἡ πόλις κατοργιάζουσα μέχρι Τεμπῶν ἐλήλακεν. ἥ τε γὰρ ἱσταμένη καλιὰς ἐνταῦθα περὶ τὴν ἅλω δι᾽ ἐννέα ἐτῶν οὐ φωλεώδης τοῦ δράκοντος χειά, ἀλλὰ μίμημα τυραννικῆς ἢ βασιλικῆς ἐστιν οἰκήσεως: ἥ τε μετὰ σιγῆς ἐπ᾽ αὐτὴν διὰ τῆς ὀνομαζομένης Δολωνίας ἔφοδος, μὴ αἰόλα δὲ τὸν ἀμφιθαλῆ κόρον ἡμμέναις δᾳσὶν ἄγουσι, καὶ προσβαλόντες τὸ πῦρτῇ καλιάδι καὶ τὴν τράπεζαν ἀνατρέψαντες ἀνεπιστρεπτὶ φεύγουσι διὰ τῶν θυρῶν τοῦ ἱεροῦ : καὶ τελευταῖον αἳ τε πλάναι καὶ ἡ λατρεία τοῦ παιδὸς οἵ τε γιγνόμενοι περὶ τὰ Τέμπη καθαρμοὶ μεγάλου τινὸς ἄγους καὶ τολμήματος ὑποψίαν ἔχουσι. παγγέλοιον γάρ ἐστιν, ὦ ἑταῖρε, τὸν Ἀπόλλωνα κτείναντα θηρίον φεύγειν ἐπὶ πέρατα τῆς Ἑλλάδος ἁγνισμοῦ δεόμενον, εἶτ᾽ ἐκεῖ χοάς τινας χεῖσθαι καὶ δρᾶν ἃ δρῶσιν ἄνθρωποι μηνίματα δαιμόνων ἀφοσιούμενοι καὶπραΰνοντες, οὓς ἀλάστορας καὶ παλαμναίους ὀνομάζουσιν, ὡς ἀλήστων τινῶν καὶ παλαιῶν μιασμάτων μνήμαις ἐπεξιόντας.
421c:
τῷ δ᾽ ἀποκτείναντι μήτ᾽ ἐννέα ἐτῶν μήτ᾽ εἰς τὰ Τέμπη γενέσθαι τὴν φυγήν, ἀλλ᾽ ἐκπεσόντ᾽ ἐλθεῖν εἰς ἕτερον κόσμον: ὕστερον δ᾽ ἐκεῖθεν ἐνιαυτῶν μεγάλων ἐννέα περιόδοις ἁγνὸν γενόμενον καὶ Φοῖβον ἀληθῶς κατελθόντα τὸ χρηστήριον παραλαβεῖν, τέως ὑπὸ Θέμιδος φυλαττόμενον.