Palaephatus

De Incredibilibus 37 (c.300 BC)

The Sea Monster of Troy, rationalised.

Περὶ τοῦ Κήτους τάδε λέγεται, ὡς τοῖς Τρωσὶν ἐκ
τῆς θαλάσσης ἐπεφοίτα καί, εἰ μὲν αὐτῷ δοῖεν κόρας εἰς
βοράν, ἀπῄει, εἰ δὲ μή, ἐλυμαίνετο τὴν χώραν αὐτῶν.
ὡς δὲ μάταιόν ἐστιν ἄνδρας ἰχθύσι συνθήκας τίθεσθαι,
τίς οὐκ οἶδεν; ἀλλ’ ἦν τοῦτο. ἀνὴρ βασιλεὺς μέγας
καὶ πολλὴν ἔχων δύναμιν εἶχε ναυτικὸν πολύ, ὃς κατε-
στρέψατο ἅπαν τῆς Ἀσίας τὸ παραθαλάσσιον, οἵτινες
καὶ φόρον, ὃν καὶ δασμὸν καλοῦσιν, ἐτέλουν. ἀργυρίῳ
μὲν οὖν οἱ τότε ἄνθρωποι οὐκ ἐχρῶντο, ἀλλὰ σκεύεσι·
προσετέτακτο δὲ τῶν πόλεων αἷς μὲν ἵππους διδόναι,
αἷς δὲ βόας, αἷς δὲ κόρας. τούτῳ τῷ βασιλεῖ ὄνομα
ἦν Κήτων, οἱ δὲ βάρβαροι αὐτὸν ἐκάλουν Κῆτος.
περιέπλει οὖν κατὰ τὸν δέοντα χρόνον ἀπαιτῶν τὸν
δασμόν· ὅσοι δὲ μὴ ἀπεδίδοσαν ἐκακοῦντο τὰς χώρας.
ἔρχεται δὲ εἰς Τροίαν καθ’ ὃν χρόνον ἧκε καὶ Ἡρα-
κλῆς ἔχων στρατιὰν Ἑλλήνων. μισθοῦται δὲ αὐτὸν
Λαομέδων ὁ βασιλεὺς ἀρῆξαι τοῖς Τρωσίν. ἀποβι-
βάσας δὲ τὴν στρατιὰν ὁ Κήτων ὡδοιπόρει· ὑπαν-
τήσαντες δὲ αὐτῷ Ἡρακλῆς τε καὶ Λαομέδων ἑκά-
τεροι ἔχοντες τὴν ἑαυτῶν στρατιάν, ἀναιροῦσιν αὐτόν.
οὗ γενομένου προσανεπλάσθη ὁ μῦθος.

DSS no. 107.