Nonnus

Dionysiaca, 1.140-64, 184-202, 213-18, 234-53, 258-76, 294-309, 362-82, 387-403, 409-47, 463-71, 478-94, 507-20; 2.1-10, 20-52, 68-72, 237-58, 273-90, 314-17, 339-52, 364-90, 436-74, 508-39, 553-63, 606-24, 663-79 (v AD)

Nonnus presents the most elaborate account of Zeus’ battle with Typhon within these sections.

1.140-64:

ἦλθε καὶ εἰς Ἀρίμων φόνιον σπέοςεὖτε κολῶναι
φοιτάδες ἀρρήκτοιο πύλας ἤρασσον Ὀλύμπου,
εὖτε θεοὶ πτερόεντες ἀχείμονος ὑψόθι Νείλου
ὀρνίθων ἀκίχητον ἐμιμήσαντο πορείην
ἠερίῳ ξένον ἴχνος ἐρετμώσαντες ἀήτῃ,
καὶ πόλος ἑπτάζωνος ἱμάσσετοκαὶ γὰρ ἐς εὐνὴν
Πλουτοῦς Ζεὺς Κρονίδης πεφορημένοςὄφρα φυτεύσῃ
Τάνταλον οὐρανίων ἀεσίφρονα φῶρα κυπέλλων,
αἰθέρος ἔντεα θῆκε μυχῷ κεκαλυμμένα πέτρης
καὶ στεροπὴν ἔκρυψενὑπωροφίων δὲ κεραυνῶν
καπνὸν ἐρευγομένων ἐμελαίνετο λευκὰς ἐρίπνη,
καὶ κρυφίῳ σπινθῆρι πυριγλώχινος ὀιστοῦ
πηγαὶ ἐθερμαίνοντοχαραδραίων δὲ ῥεέθρων
Μυγδονὶς ἀφριόωσα φάραγξ ἐπεβόμβεεν ἀτμῷ.
καὶ παλάμας τανύσας ὑπὸ νεύματι μητρὸς Ἀρούρης
ὅπλα Διὸς νιφόεντα Κίλιξ ἔκλεψε Τυφωεύς,
ὅπλα πυρόςπετάσας δὲ βαρυσμαράγων στίχα λαιμῶν
παντοίην ἀλάλαζεν ὁμοφθόγγων ὄπα θηρῶν:
συμφυέες δὲ δράκοντες ἐπερρώοντο προσώπῳ
πορδαλίωνβλοσυρὰς δὲ κόμας λιχμῶντο λεόντων,
καὶ βοέας σπειρηδὸν ἐμιτρώσαντο κεραίας
οὐραίαις ἑλίκεσσιτανυγλώσσων δὲ γενείων
ἰὸν ἀκοντιστῆρα συῶν ἐπεμίγνυον ἀφρῷ.

ἔντεα δὲ Κρονίδαο τιθεὶς ὑπὸ φωλάδα πέτρην
ἠλιβάτων ἐτίταινεν ἐς αἰθέρα λήια χειρῶν.

184-202:

ὁλκαίοις δὲ πόδεσσιν ἀνῃώρητο Τυφωεὺς
ἀγχινεφήςπετάσας δὲ πολυσπερὲς ἔθνος ἀγοστῶν
αἰθέρος ἀννεφέλοιο κατέσκεπεν ἄργυφον αἴγλην
αἰθύσσων ὀφίων σκολιὸν στρατόνὧν  μὲν αὐτῶν
ὄρθιος ἀξονίοιο διέτρεχεν ἄντυγα κύκλου,
οὐρανίου δὲ Δράκοντος ἐπεσκίρτησεν ἀκάνθῃ
Ἄρεα συρίζων δὲ Κηφέος ἐγγύθι κούρης
ἀστραίαις παλάμῃσιν ἰσόζυγα κύκλον ἑλίξας
δέσμιον Ἀνδρομέδην ἑτέρῳ σφηκώσατο δεσμῷ
λοξὸς ὑπὸ σπείρῃσιν δὲ γλωχῖνι κεραίης
ἰσοτύπου ταύροιο δράκων κυκλοῦτο κεράστης,
οἰστρήσας ἑλικηδὸν ὑπὲρ βοέοιο μετώπου
ἀντιτύπους Ὑάδαςκεραῆς ἴνδαλμα Σελήνης,
οἰγομέναις γενύεσσινὁμοπλεκέων δὲ δρακόντων
ἰοβόλοι τελαμῶνες ἐμιτρώσαντο Βοώτην:
καὶ θρασὺς ἄλλος ὄρουσενἰδὼν Ὄφιν ἄλλον Ὀλύμπου,
πῆχυν ἐχιδνήεντα περισκαίρων Ὀφιούχου,
καὶ στεφάνῳ στέφος ἄλλο περιπλέξας Ἀριάδνης,
αὐχένα κυρτώσαςἐλελίζετο γαστέρος ὁλκῷ.

213-18:

πολλάκι δ᾽ ἀγραύλοιο πεπαυμένον ἱστοβοῆος
ταῦρον ἀπειλητῆρι μεμυκότα πήχεϊ σείων
ἰσοφυὲς μίμημα κατηκόντιζε Σελήνης,
καὶ δρόμον ἐστήριξεν: ἀνακρούσας δὲ χαλινῷ
ταύρων λευκὰ λέπαδνα κατερροίζησε θεαίνης,
λοίγιον ἰοβόλοιο χέων συριγμὸν ἐχίδνης.

234-53:

Ὠρίων ξίφος εἷλκεκορυσσομένου δὲ φορῆος
φαιδρὰ Ταναγραίης ἀμαρύσσετο νῶτα μαχαίρης:
καὶ σέλας αἰθύσσων πυριθαλπέος ἀνθερεῶνος
δίψιος ἀστερόεντι κύων ἐπεπάφλασε λαιμῷ
πέμπων θερμὸν ὕλαγμακαὶ ἠθάδος ἀντὶ λαγωοῦ
θηρσὶ Τυφαονίῃσιν ἀνήρυγεν ἀτμὸν ὀδόντων.
καὶ πόλος ἐσμαράγησενἀμειβομένη δὲ καὶ αὐτὴ
οὐρανὸν ἑπτάζωνον ἰσηρίθμων ἀπὸ λαιμῶν
πληιάδων ἀλάλαζε βοὴν ἑπτάστομος ἠχώ,
καὶ καναχὴν ἰσόμετρον ἐπεγδούπησαν ἀλῆται.


σμερδαλέην δὲ Γίγαντος ἰδὼν ὀφιώδεα μορφὴν
αἰγλήεις Ὀφιοῦχος ἀλεξικάκων ἀπὸ χειρῶν
γλαυκὰ πυριτρεφέων ἀπεσείσατο νῶτα δρακόντων,
στικτὸν ἀκοντίζων σκολιὸν βέλοςἀμφὶ δὲ πυρσῷ
λαίλαπες ἐρροίζησανἐτοξεύοντο δὲ λοξοὶ
ἠέρα βακχεύοντες ἐχιδνήεντες ὀιστοί:
καὶ θρασὺς ἰχθυόεντος ὁμόδρομος Αἰγοκερῆος
Τοξευτὴρ βέλος ἧκενἁμαξαίῳ δ᾽ ἐνὶ κύκλῳ
μεσσοφανὴς διδύμῃσι Δράκων μεμερισμένος Ἄρκτοις
αἰθερίης ἐλέλιξε σελασφόρον ὁλκὸν ἀκάνθης.

258-76:

Κωρυκίου δὲ κάρηνα λαβὼν ἐτίναξε Τυφωεύς,
καὶ Κίλικος ποταμοῖο ῥόον ναετῆρα πιέζων
Ταρσὸν ὁμοῦ καὶ Κύδνον ἑνὶ ξύνωσεν ἀγοστῷ:
καὶ κραναοῖς βελέεσσιν ὀιστεύων στίχας ἅλμης
εἰς σκοπέλους μετένασσε, μετ᾽ αἰθέρα πόντον ἱμάσσων:
νισσομένου δὲ Γίγαντος ἁλιβρέκτου ποδὸς ὁλκῷ
φαίνετο γυμνωθεῖσα δι᾽ ὕδατος ἄβροχος ὀσφύς,
καὶ μεσάτῳ βαρύδουπον ὕδωρ ἐπεβόμβεε μηρῷ:
νηχόμενοι δὲ δράκοντες, ἁλιγδούπων ἀπὸ λαιμῶν
Ἄρεα συρίζοντες, ἐπεστρατόωντο θαλάσσῃ
ἰὸν ἀποπτύοντες: ἐν ἰχθυόεντι δὲ πόντῳ
ἱσταμένου Τυφῶνος ἔσω βρυόεντος ἐναύλου
βένθεϊ ταρσὰ πέπηκτο, καὶ ἠέρι μίγνυτο γαστὴρ
θλιβομένη νεφέεσσι: Γιγαντείου δὲ καρήνου
φρικτὸν ἀερσιλόφων ἀίων βρύχημα λεόντων
πόντιος ἰλυόεντι λέων ἐκαλύπτετο κόλπῳ:
πᾶσα δὲ κητώεσσα φάλαγξ ἐστείνετο πόντῳ,
γηγενέος πλήσαντος ὅλην ἅλα μείζονα γαίης
ἀκλύστοις λαγόνεσσιν.

294-309:

καὶ βύθιον μετὰ τέρμα, μετὰ χθονὸς εὔλοχον ἕδρην
Ζεὺς νόθος ὥπλισε χεῖρα πυριγλώχινι κεραυνῷ:
ἔντεα δὲ Κρονίωνος ἀμαιμακέτῃσιν ἀείρων
χερσὶ διηκοσίῃσι πέλωρ ἐμόγησε Τυφωεὺς
βριθοσύνῃ: παλάμῃ δὲ μιῇ κούφιζε Κρονίων.
ἀννεφέλου δὲ Γίγαντος ἐπὶ ξηροῖσιν ἀγοστοῖς
βροντὴ κωφὸν ἔπεμπεν ἀδουπήτου μέλος ἠχοῦς
ἠρέμα βομβήσασα, μόγις δέ οἱ ἠέρος αὐχμῷ
ἀσταγέος νιφετοῖο κατείβετο διψὰς ἐέρση:
ἀστεροπὴ δ᾽ ἤχλυσε, καὶ εἴκελον αἴθοπι καπνῷ
μαρμαρυγῇ σελάγιζε κατηφέι λεπταλέον πῦρ:
καὶ παλάμας νοέοντες ἀπειρήτοιο φορῆος,
ἄρσενα πυρσὸν ἔχοντες, ἐθηλύνοντο κεραυνοί,
πυκνὸν ὀλισθήσαντες ἀμετρήτων ἀπὸ χειρῶν
ἅλμασιν αὐτοπόροισιν: ἀπεπλάζοντο δὲ πυρσοὶ
οὐρανίου ποθέοντες ἐθήμονα χεῖρα φορῆος.

362-82:

οὐ δὲ Τυφωεὺς
μέλλεν ἔτι κρατέειν Διὸς ἔντεατοξοφόρῳ γὰρ
Ζεὺς Κρονίδης σὺν Ἔρωτι πόλον δινωτὸν ἐάσας
φοιταλέῳ μαστῆρι δι᾽ οὔρεος ἤντετο Κάδμῳ
πλαζομένῳξυνὴν δὲ πολύτροπον ἤρτυε βουλὴν
ῥαψάμενος Τυφῶνι δυσηλακάτου λίνα Μοίρης.
καὶ Διὶ παμμεδέοντι συνέμπορος αἰγίβοτος Πὰν
δῶκε βόας καὶ μῆλα καὶ εὐκεράων στίχας αἰγῶν:
πλέξας δ᾽ ἐκ καλάμων καλύβηνἑλικώδεϊ δεσμῷ
πῆξεν ὑπὲρ δαπέδοιοκαὶ ἀγνώστῳ τινὶ μορφῇ
ποιμενίην ἐσθῆτα καθαψάμενος χροῒ Κάδμου
εἵμασι μιμηλοῖσι νόθον χλαίνωσε νομῆα:
καὶ δολίην σύριγγα φέρων εἰδήμονι Κάδμῳ
δῶκε Τυφαονίοιο κυβερνήτειραν ὀλέθρου.
ψευδαλέον δὲ βοτῆρα καὶ ἡνιοχῆα γενέθλης
Ζεὺς καλέσας πτερόεντα μίαν ξυνώσατο βουλήν:


Κάδμε 
πέπονσύριζεκαὶ οὐρανὸς εὔδιος ἔσται:
δηθύνειςκαὶ Ὄλυμπος ἱμάσσεταιἡμετέροις γὰρ
τεύχεσιν οὐρανίοις κεκορυθμένος ἐστὶ Τυφωεύς
αἰγὶς ἐμοὶ μούνη περιλείπεταιἀλλὰ τί ῥέξει
αἰγὶς ἐμὴ Τυφῶνος ἐριδμαίνουσα κεραυνῷ;

387-403:

γίνεο βούτης
εἰς μίαν ἠριγένειαν, ἀμερσινόῳ δὲ λιγαίνων
ῥύεο ποιμενίῃ σέο πηκτίδι ποιμένα κόσμου,
μὴ νεφεληγερέταο Τυφωέος ἦχον ἀκούσω,
μὴ βροντήν ἑτέροιο νόθου Διός, ἀλλά ἑ παύσω
μαρνάμενον στεροπῇσι καὶ αἰχμάζοντα κεραυνῷ.
εἰ δὲ Διὸς λάχες αἷμα καὶ Ἰναχίης γένος Ἰοῦς,
κερδαλέης σύριγγος ἀλεξικάκῳ σέο μολπῇ
θέλγε νόον Τυφῶνος. ἐγὼ δέ σοι ἄξια μόχθων
δώσω διπλόα δῶρα: σὲ γὰρ ῥυτῆρα τελέσσω
ἁρμονίης κόσμοιο καὶ Ἁρμονίης παρακοίτην.
καὶ σύ, τελεσσιγόνοιο γάμου πρωτόσπορος ἀρχή,
τεῖνον, Ἔρως, σέο τόξα, καὶ οὐκέτι κόσμος ἀλήτης.
εἰ πέλεν ἐκ σέο πάντα, βίου φιλοτήσιε ποιμήν,
ἓν βέλος ἄλλο τάνυσσον, ἵνα ξύμπαντα σαώσῃς:
ὡς πυρόεις, Τυφῶνι κορύσσεο, πυρσοφόροι δὲ
ἐκ σέο νοστήσωσιν ἐμὴν ἐπὶ χεῖρα κεραυνοί.

409-47:

ὀξὺ δὲ τείνων
Κάδμος ὁμοφθόγγων δονάκων ἀπατήλιον ἠχώ,
κλίνας γείτονι νῶτον ὑπὸ δρυῒ φορβάδος ὕλης:
καὶ φορέων ἄγραυλον ἀληθέος εἷμα νομῆος,
πέμπε Τυφαονίῃσι δολοπλόκον ὕμνον ἀκουαῖς
οἰδαλέῃ φύσημα παρηίδι λεπτὸν ἰάλλων.
ἔνθα Γίγας φιλάοιδος ἐχιδναίῳ ποδὸς ὁλκῷ
ἄνθορεν εἰσαΐων δόλιον μέλος: ἔνδοθι δ᾽ ἄντρου
ὅπλα Διὸς φλογόεντα λιπὼν παρὰ μητέρι Γαίῃ
τερψινόου σύριγγος ἐδίζετο γείτονα μολπὴν
ἑσπόμενος μελέεσσιν: ἰδὼν δέ μιν ἐγγύθι λόχμης
Κάδμος, ἅτε τρομέων, ὑπὸ ῥωγάδι κεύθετο πέτρῃ.
ἀλλά μιν ὑψικάρηνος ἀλυσκάζοντα νοήσας
νεύμασιν ἀφθόγγοισι πέλωρ ἐκάλεσσε Τυφωεύς,
καὶ δόλον οὐ γίνωσκε λιγύθροον: ἀντιτύπῳ δὲ
ποιμένι δεξιτερὴν μίαν ὤρεγεν, ἄρκυν ὀλέθρου
ἀγνώσσων: μεσάτῳ δὲ δαφοινήεντι προσώπῳ
ἀνδρομέῳ γελόων κενεαυχέα ῥήξατο φωνήν:

‘Αἰπόλε, τί τρομέεις με; τί φάεα χειρὶ καλύπτεις;
καλὸν ἐμοὶ βροτὸν ἄνδρα μετὰ Κρονίωνα διώκειν,
καλὸν ἐμοὶ σύριγγα σὺν ἀστεροπῇσιν ἀείρειν:
τί ξυνὸν καλάμοισι καὶ αἰθαλόεντι κεραυνῷ;
πηκτίδα σὴν ἔχε μοῦνος, ἐπεὶ λάχεν ἄλλο Τυφωεὺς
ὄργανον αὐτοβόητον Ὀλύμπιον: ἑζόμενος δὲ
χερσὶν ἀδουπήτοισιν ἐθήμονος ἄμμορος ἠχοῦς
πηκτίδος ὑμετέρης ἐπιδεύεται ἀννέφελος Ζεύς:
σῶν δ᾽ ὀλίγων δονάκων ἐχέτω κτύπον: οὐτιδανοὺς γὰρ
οὐ πλεκτοὺς καλάμους καλάμοις στοιχηδὸν ἑλίσσω,
ἀλλὰ κυλινδομένας νεφέλας νεφέλῃσι συνάπτων
οὐρανίοις πατάγοισιν ὁμόζυγα δοῦπον ἰάλλω.
στήσω δ᾽, ἢν ἐθέλῃς, φιλίην ἔριν: ἀλλά σὺ μέλπων
πέμπε μέλος δονακῶδες, ἐγὼ βρονταῖον ἀράσσω:
πνεύματι μὲν σφριγόωσαν ἔχων προβλῆτα παρειὴν
φυσιάᾳς στομάτεσσιν, ἱμασσόμενοι δὲ Βορῆος
ἄσθματι φυσητῆρος ἐμοὶ βρομέουσι κεραυνοί.
βουκόλε, μισθὸν ἔχοις σέο πηκτίδος: οὐράνιον γὰρ
ἀντὶ Διὸς σκηπτοῦχος ὅτε θρόνον ἡνιοχεύσω,
ἑσπόμενον μετὰ γαῖαν ἐς αἰθέρα καὶ σὲ κομίσσω
αὐτῇ ὁμοῦ σύριγγι καί, ἢν ἐθέλῃς, ἅμα ποίμνῃ.

1.463-71:

οὐρανίου Τυφῶνος ὁμέστιος, ὄλβιε ποιμήν,
σήμερον ἐν χθονὶ μέλπε, καὶ αὔριον ἐντὸς Ὀλύμπου.
μολπῆς δ᾽ ἄξια δῶρα παρ᾽ ἀστεροφεγγέι κύκλῳ
στηρίξω σέθεν ὄψιν Ὀλύμπιον, ἡδυμελῆ δὲ
οὐρανίῃ Φόρμιγγι τεὴν σύριγγα συνάψω.
σοὶ γάμον, ἢν ἐθέλῃς, δωρήσομαι ἁγνὸν Ἀθήνης:
εἰ δέ σοι οὐ γλαυκῶπις ἐπεύαδε, δέχνυσο Λητὼ
ἢ Χάριν ἢ Κυθέρειαν ἢ Ἄρτεμιν ἢ γάμον Ἥβης:
μούνης ἡμετέρης μὴ δίζεο δέμνιον Ἥρης.

1.478-94:

ἀλλὰ Τυφαονίην ἀναβάλλεοβουκόλενίκην,
γνήσιον ὑμνείων με νέον σκηπτοῦχον Ὀλύμπου
σκῆπτρα Διὸς φορέοντα καὶ ἀστράπτοντα χιτῶνα.’


εἶπεκαὶ Ἀδρήστεια τόσην ἐγράψατο φωνήν.
ἀλλ᾽ ὅτε δὴ γίνωσκεν ἑκούσιον εἰς λίνον ἄγρης
νήματι Μοιριδίῳ πεφορημένον υἱὸν ἀρούρης
τερψινόων δονάκων βεβολημένον ἡδέι κέντρῳ,
κερδαλέην ἀγέλαστος ἀνήρυγε Κάδμος ἰωήν:


Βαιὸν ἐμῆς σύριγγος ἐθάμβεες ἦχον ἀκούσας:
εἰπέτί κεν ῥέξειαςὅταν σέο θῶκον ἀείσω
ἑπτατόνου κιθάρης ἐπινίκιον ὕμνον ἀράσσων;
καὶ γὰρ ἐπουρανίοισιν ἐγὼ πλήκτροισιν ἐρίζων
Φοῖβον ἐμῇ φόρμιγγι παρέδραμονἡμετέρας δὲ
χορδὰς εὐκελάδους Κρονίδης ἀμάθυνε κεραυνῷ
υἱέι νικηθέντι φέρων χάρινεἰ δὲ ποθ᾽ εὕρω
νεῦρα πάλιν σφριγόωνταμέλος πλήκτροισι τιταίνων
θέλξω δένδρεα πάντα καὶ οὔρεα καὶ φρένα θηρῶν:

1.507-20:

ἔννεπεκαὶ χαροπῇσιν ἐπ᾽ ὀφρύσι νεῦσε Τυφωεύς,
καὶ πλοκάμους ἐδόνησενἐρευγομένων δὲ κομάων
ἰὸν ἐχιδνήεντα περιρραίνοντο κολῶναι.
καὶ ταχὺς εἰς ἑὸν ἄντρον ἐπείγετοκεῖθεν ἀείρας
νεῦρα Διὸς δολόεντι πόρεν ξεινήια Κάδμῳ,
νεῦρατά περ χθονὶ πῖπτε Τυφαονίῃ ποτὲ χάρμῃ.


καὶ δόσιν ἀμβροσίην ἀπατήλιος ᾔνεσε ποιμήν:
καὶ τὰ μὲν ἀμφαφάασκε καὶ ἅρμενον οἷά τε χορδὴν
ἐσσομένην φόρμιγγι κατέκρυφε κοιλάδι πέτρῃ,
Ζηνὶ Γιγαντοφόνῳ πεφυλαγμέναφειδομένῳ δὲ
λεπταλέον φύσημα μεμυκότι χείλεϊ πέμπων,
θλιβομένοις δονάκεσσιν ὑποκλέπτων τόνον ἠχοῦς,
λαρότερον μέλος εἶπεκαὶ οὔατα πολλὰ τιταίνων
ἁρμονίης ἤκουεκαὶ οὐ γίνωσκε Τυφωεύς.

 

2.1-10:

ὥς ὁ μὲν αὐτόθι μίμνε παρὰ σφυρὰ φορβάδος ὕλης
ἀκροπόρῳ σύριγγι μετάτροπα χείλεα σύρων,
Κάδμος Ἀγηνορίδης νόθος αἰπίλος: ἀπροϊδὴς δὲ
Ζεὺς Κρονίδης ἀκίχητος ὑπὸ σπέος ἄψοφος ἕρπων
χεῖρας ἑὰς ἐκόρυσσε τὸ δεύτερον ἠθάδι πυρσῷ
καὶ νέφος ἔσκεπε Κάδμον ἀθηήτῳ παρὰ πέτρῃ,
μὴ δόλον ἠπεροπῆα μαθὼν καὶ φῶρα κεραυνοῦ
λάθριον ὑστερόμητις ἀποκτείνειε Τυφωεὺς
βουκόλον ἀλλοπρόσαλλον: ὁ δὲ πλέον ἡδέι κέντρῳ
ἤθελεν εἰσαΐειν φρενοθελγέα ῥυθμὸν ἀοιδῆς.

2.20-52:

ἀλλὰ καλυπτομένου νεφέων σκιοειδέι μίτρῃ
ἔμπνοος εὐκελάδοιο δόναξ σίγησε νομῆος,
ἁρμονίην δ᾽ ἀνέκοψεν. ἀερσιπότης δὲ Τυφωεὺς
οἶστρον ἑλὼν πολέμοιο κατέδραμεν εἰς μυχὸν ἄντρου,
βροντὴν δ᾽ ἠνεμόφοιτον ἐδίζετο φοιτάδι λύσσῃ
καὶ στεροπὴν ἀκίχητον, ἐρευνητῆρι δὲ ταρσῷ
ζαφλεγὲς ἁρπαμένοιο σέλας μάστευε κεραυνοῦ,
καὶ κενεὸν σπέος εὗρε. δολοφραδέας δὲ μενοινὰς
ὀψὲ μαθὼν Κρονίδαο καὶ αἰόλα δήνεα Κάδμου
αἰχμάζων σκοπέλοισιν ἐπεσκίρτησεν Ὀλύμπῳ.
καὶ ποδὸς ἀγκύλον ἴχνος ἄγων ὀφιώδεϊ ταρσῷ
ἰὸν ἀκοντιστῆρος ἀπέπτυεν ἀνθερεῶνος:
ὑψιλόφου δὲ Γίγαντος ἐχιδναίῃσιν ἐθείραις
πίδακας ὀμβρήσαντος ἐκυμαίνοντο χαράδραι:
καί οἱ ἐπαΐσσοντι βαθυνομένην χθονὸς ἕδρην
ἀκλινέος δαπέδοιο Κίλιξ ἐλελίζετο πυθμὴν
ποσσὶ δρακοντείοισι, πολυσφαράγῳ δὲ κυδοιμῷ
ταυρείου λοφόεντος ἀρασσομένου κενεῶνος
γείτονες ὠρχήσαντο φόβῳ Παμφυλίδες ὄχθαι,
καὶ χθόνιαι σήραγγες ἐβόμβεον, ἔτρεμον ἄκραι
ἠιόνες, σείοντο μυχοί, καὶ ὀλίσθανον ἀκταὶ
λυομένης ψαμάθοιο ποδῶν ἐνοσίχθονι παλμῷ.
οὐ νομός, οὐ τότε θῆρες ἀπήμονες: ὠμοβόροι γὰρ
ἄρκτοι ἐδαιτρεύοντο Τυφαονίοιο προσώπου
ἀρκτῴαις γενύεσσι, λεοντείων δὲ καρήνων
γλαυκὰ δασυστέρνων ἐλαφύσσετο γυῖα λεόντων
χάσμασιν ἰσοτύποισιν, ἐχιδνήεντι δὲ λαιμῷ
ψυχρὰ πεδοτρεφέων ἐδαΐζετο νῶτα δρακόντων,
ἠερίους δ᾽ ὄρνιθας ἐδαίνυτο γείτονι λαιμῷ
ἱπταμένους ἀβάτοιο δι᾽ αἰθέρος, ἀγχιφανῆ δὲ
αἰετὸν ἤσθιε μᾶλλον, ἐπεὶ Διὸς ὄρνις ἀκούει:
ἤσθιε βοῦν ἀροτῆρα, καὶ οὐκ ᾤκτειρε δοκεύων
αἱμοβαφῆ ζυγίῳ κεχαραγμένον αὐχένα δεσμῷ.

2.68-72:

Γιγαντείῳ δὲ βελέμνῳ
σχιζομένης κενεῶνες ἐγυμνώθησαν ἀρούρης.
καὶ διερὴν φλέβα λῦσεν, ἀνοιγομένου δὲ βερέθρου
χεύμασι πηγαίοισιν ἀνέβλυε νέρτερος αὐλών,
ἀσκεπέος δαπέδοιο χέων ὑποκόλπιον ὕδωρ.

2.237-58:

ὣς φαμένης σκιοειδὲς ἑὸν πτερὸν Ὕπνος ἑλίξας
εὔνασεν ἀμπνείουσαν ὅλην φύσινἀλλὰ Κρονίων
ἦν τότε μοῦνος ἄυπνοςἐφαπλώσας δὲ Τυφωεὺς
νωθρὰ βαρυνομέναις ἐπερείσατο νῶτα χαμεύναις
πλήσας μητέρα γαῖανἀνοιγομένοιο δὲ κόλπου
χάσματι κοιλαίνοντο σεσηρότι φωλάδες εὐναὶ
εἰς χθόνα δυομένοισιν ἐχιδναίοισι καρήνοις.


ἠελίου δὲ φανέντος ὁμογλώσσων ἀπὸ λαιμῶν
εἰς ἐνοπὴν πολύπηχυς ἐπεβρυχᾶτο Τυφωεὺς
Ζῆνα μέγαν καλέωνβλοσυρὴ δέ οἱ ἵκετο φωνή,
ῥιζοπαγὴς ὅθι πέζα παλιμπόρου Ὠκεανοῖο
τέτραχα τεμνομένην περιβάλλεται ἄντυγα κόσμου,
ζωσαμένη στεφανηδὸν ὅλην χθόνα κυκλάδι μίτρῃ:
φθεγγομένου δὲ Γίγαντος ἀμειβομένη στίχα φωνῆς
παντοίη σμαράγησε καὶ οὐ μία σύνθροος ἠχώ:
τοῦ δέ κορυσσομένοιο φυῆς πολυειδέι μορφῇ
ὠρυγὴ κελάδησε λύκωνβρύχημα λεόντων,
ἄσθμα συῶνμύκημα βοῶνσύριγμα δρακόντων,
πορδαλίων θρασὺ χάσμακορυσσομένων γένυς ἄρκτων,
λύσσα κυνῶνμεσάτῃ δὲ Γίγας βροτοειδέι μορφῇ
Ζηνὸς ἀπειλήτειραν ἀπερροίβδησεν ἰωήν:
Χεῖρες ἐμαί
Διὸς οἶκον ἀράξατε…’

2.273-90:

καὶ Ζέφυρον πλήξαιμι, καὶ ἤματι νύκτα κεράσσω
χειρὶ μιῇ: καὶ γνωτὸς ἐμὸς πολυπίδακι λαιμῷ
Ὠκεανὸς πρὸς Ὄλυμπον ἄγων ὑψούμενον ὕδωρ,
πέντε παραλλήλων πεφορημένος ὑψόθι κύκλων,
ἄστρα κατακλύσσειε, καὶ ὕδατι διψὰς ἀλάσθω
ἄρκτος Ἁμαξαίοιο δεδυκότος ἱστοβοῆος.
ταῦροι ἐμοί, δονέοντες ἰσήμερον ἄντυγα κύκλων
αἰθέρι μυκήσασθε, χαρασσομέναις δὲ κεραίαις
ἰσοτύπου φλογεροῖο κεράατα ῥήξατε Ταύρου:
καὶ βόες ὑγρὰ κέλευθα μεταλλάσσωσι Σελήνης
δειδιότες βαρύδουπον ἐμῶν μύκημα καρήνων:
καὶ βλοσυρῶν μέγα χάσμα διαπτύξασα γενείων
ἄρκτος ἀνοιστρήσειε Τυφαονὶς Ἄρκτον Ὀλύμπου:
αἰθερίῳ δὲ Λέοντι λέων ἐμὸς ἀντιφερίζων
Ζῳδιακῆς ἀέκοντα μεταστήσειε κελεύθου:
ἡμετέρους δὲ δράκοντας Ὄφις φρίξειεν Ἁμάξης…

2.314-17:

καὶ μογεροῖς ὤμοισι παλινδίνητον ἀείρων
οὐρανὸν Ἀτλάντειον ἐλαφρίσσειε Κρονίων
ὄρθιος, ἡμετέρων δὲ γάμων ὑμέναιον ἀκούσῃ
ζῆλον ὑποκλέπτων, ὅτε νυμφίος ἔσσομαι Ἥρης.

2.339-52:

λύσω δεσμὰ βίαια, παλιννόστους δὲ τελέσσω
αἰθερίους Τιτῆνας, ὁμωροφίους δὲ κομίσσω
γηγενέας Κύκλωπας ἐς οὐρανόν, ἄλλα δὲ τεύξω
ὅπλα πυρός: πολέων γὰρ ἐμοὶ χρέος ἐστὶ κεραυνῶν,
ὅττι διηκοσίῃσι, καὶ οὐ διδύμαις πολεμίζω
χερσὶν ἐγὼ Κρονίδῃ πανομοίιος: ἀντιτύπους δὲ
κρείσσονας ὀψιγόνους πολυφεγγέι μείζονι πυρσῷ
ἀστεροπὰς ἑτέρας χαλκεύσομαι, εὐρύτερον δὲ
ὄγδοον οὐρανὸν ἄλλον ὑπέρτερον ὑψόθι τεύξω
ἄστρασι φαιδροτέροισι κεκασμένον: οὐ δύναται γὰρ
ἀγχιφανὴς πόλος οὗτος ὅλον Τυφῶνα καλύψαι.
καὶ μετὰ θήλεα τέκνα καὶ ἀρσενόπαιδα γενέθλην
πουλυτόκου Κρονίδαο πολυσπερὲς ἄλλο φυτεύσω
αἷμα νέων μακάρων πολυαύχενον.

2.364-90:

Ζεὺς μὲν ἱμασσομένων νεφέων βρονταῖον ἀράσσων
αἰθέριον μύκημα μέλος σάλπιζεν Ἐνυοῦς,
καὶ νεφέλας ἑλικηδὸν ἐπὶ στέρνοιο καθάψας
εἶχε Γιγαντείων βελέων σκέπας: οὐδὲ Τυφωεὺς
ἄψοφος ἦν: κεφαλαὶ δὲ βοῶν μυκηθμὸν ἱεῖσαι
αὐτόματοι σάλπιγγες ἐπεσμαράγησαν Ὀλύμπῳ,
συμμιγέες δὲ δράκοντες ἐσύρισαν, Ἄρεος αὐλοί.
καὶ στίχας ἠλιβάτων μελέων θώρηξε Τυφωεὺς
φραξάμενος σκοπέλῳ σκόπελον μέγαν, εἰσόκε πυκναὶ
ἀρραγέες στοιχηδὸν ἐπυργώθησαν ἐρίπναι,
καὶ πέτρην προθέλυμνον ἐπασσυτέρῃ θέτο πέτρῃ:
ἦν δὲ κορυσσομένης στρατιῆς τύπος: ἀγχιφανὴς γὰρ
ῥωγάδα ῥωγὰς ἔρειδε, λόφος λόφον, αὐχένα δ᾽ αὐχήν,
ὑψινεφὴς δ᾽ ἀγκῶνα πολύπτυχον ὤθεεν ἀγκών:
καἰ κρανααὶ πήληκες ἔσαν Τυφῶνι κολῶναι
αἰπυλόφῳ πρηῶνι καλυπτομένων κεφαλάων.
μαρναμένου δὲ Γίγαντος ἔην πολυδειράδι μορφῇ
ἓν δέμας, ἀλλὰ φάλαγγες ἀπείρονες, αἱ μὲν ἀγοστῶν,
αἱ δὲ λεοντείων γενύων εὐθηγέες αἰχμαί,
ἄλλαι ἐχιδναίων πλοκάμων ἐπιβήτορες ἄστρων.
δένδρεα δ᾽ ἐπτύσσοντο Τυφαονίων ἀπὸ χειρῶν
σειόμενα Κρονίδαο καταντίον, ἄλλα δὲ γαίης
ἔρνεα καλλιπέτηλα, τά περ βεβριθότι παλμῷ
Ζεὺς ἀέκων ἀμάθυνεν ἑνὶ σπινθῆρι κεραυνοῦ:
πολλὴ μὲν πτελέη σὺν ὁμήλικι ῥίπτετο πεύκῃ
καὶ πλάτανος περίμετρος, ἀκοντίζοντο δὲ λεῦκαι
ἄντα Διός: πολλὴ δὲ λαγὼν ἐρρήγνυτο γαίης.

2.436-74:

καὶ πρόμος οὐρανίων πυρόεν βέλος ὑψόθι σείων
δεξιὸν ἐκ λαιοῖο κέρας πολέμοιο νομεύων
ὑψιφανὴς πολέμιζεν: ἐς ὑδροπόρους δὲ χαράδρας
ὦρτο Γίγας πολύπηχυς, ἐπασσυτέρῳ δὲ συνάψας
αὐτομάτῳ σφήκωσεν ὁμόπλοκα δάκτυλα δεσμῷ
κοιλαίνων παλάμας πολυχανδέας, ᾗσιν ἀείρων
μεσσόθι χειμερίων ποταμῶν ὀρεσίδρομον ὕδωρ,
χερσὶ βαθυνομέναις μεμερισμένα χεύματα πέμπων,
ἀστεροπῇ προέηκε: χαραδραίῳ δὲ ῥεέθρῳ
βαλλομένη σελάγιζε δι᾽ ὕδατος αἰθερίη φλὸξ
λαβροτέρῳ σπινθῆρι, καὶ ἔζεσε δίψιον ὕδωρ
αἰθαλόεν, διερὴ δὲ δύσις τερσαίνετο μύδρῳ:
σβέσσαι γὰρ μενέαινε Γίγας θρασὺς αἰθέριον πῦρ,
νήπιος: οὐδ᾽ ἐνόησε, πυραυγέες ὅττι κεραυνοὶ
καὶ στεροπαὶ γεγάασιν ἀπ᾽ ὀμβροτόκων νεφελάων.

καὶ πάλιν ἰθυτμῆτας ἑλὼν σπήλυγγας ἐναύλων
στέρνα Διὸς μενέαινε βαλεῖν ἄτρωτα σιδήρῳ,
καὶ σκοπιὴ Διὸς ἄντα τιταίνετο: χείλεϊ δ᾽ ἄκρῳ
Ζεὺς ὀλίγου φύσησε, καὶ ὑψίκρημνον ἐοῦσαν
λεπταλέον φύσημα παρέτραπε κυκλάδα πέτρην.
χειρὶ δὲ δινήεντα λόφον νησαῖον ἀράξας
εἰς ἐνοπὴν πολύδινος ἀνῃώρητο Τυφωεύς,
καὶ Διὸς ἀρρήκτοιο κατηκόντιζε προσώπου:
ἀλλ᾽ ὁ μὲν ἀντικέλευθον ἀλεύατο μάρμαρον αἰχμὴν
κρᾶτα παρακλίνας, στεροπῆς δ᾽ ἐτύχησε Τυφωεὺς
θερμὸν ἀμειβομένης ἕλικα δρόμον, αἶψα δὲ πέτρη
ἀκροφαληριόωσα μελαίνετο μάρτυρι καπνῷ.
καὶ τριτάτην προΐαλλεν: ἐπεσσυμένην δὲ Κρονίων
πεπταμένης παλάμης μεσάτῳ νωμήτορι καρπῷ,
σφαῖραν ἅτε θρῴσκουσαν, ἀτέρμονι χειρὶ πατάξας
πέμπε πάλιν Τυφῶνι: μεταστρεφθεῖσα δὲ πολλῇ
ἠερίῃ στροφάλιγγι παλιννόστοιο πορείης
αὐτομάτη τόξευεν ὀιστευτῆρα κολώνη.
τέτρατον ἠκόντιζεν ὑπέρτερον: ἁψαμένη δὲ
αἰγίδος ἀκροτάτων θυσάνων ἐδιχάζετο πέτρη.
ἄλλην δὲ προέηκεν: ἀελλήεσσα δὲ πέτρη
ἡμιδαὴς σελάγιζεν ὀιστευθεῖσα κεραυνῷ.
οὐ σκοπιαὶ νέφος ὑγρὸν ἀνέσχισαν, ἀλλὰ τυπεῖσαι
ὑδρηλαῖς νεφέλῃσι διερρήγνυντο κολῶναι.

2.508-38:

Ζεὺς δὲ πατὴρ πολέμιζε: κατ᾽ ἀντιβίοιο δὲ πέμπων
ἠθάδα πυρσὸν ἴαλλεν, ἀκοντιστῆρα λεόντων,
βάλλων ποικιλόφωνον ἀμετρήτων στίχα λαιμῶν
οὐρανίῳ πρηστῆρι: Διοβλήτου δὲ βελέμνου
ἓν σέλας ἔφλεγε χεῖρας ἀπείρονας, ἓν σέλας ὤμους
νηρίθμους ἀμάθυνε καὶ αἰόλα φῦλα δρακόντων,
καὶ κεφαλὰς ἐδάιξαν ἀτέρμονας αἰθέρος αἰχμαί,
καὶ πλοκάμους Τυφῶνος ἕλιξ ἀμάθυνε κομήτης
ἀντιπόρῳ σπινθῆρι δασύτριχα πυρσὸν ἰάλλων,
καὶ κεφαλαὶ σελάγιζον, ἀναπτομένων δὲ κομάων
βόστρυχα συρίζοντα κατεσφρηγίσσατο σιγὴ
οὐρανίῳ σπινθῆρι, μαραινομένων δὲ δρακόντων
ἰοβόλοι ῥαθάμιγγες ἐτερσαίνοντο γενείων:
μαρναμένου δὲ Γίγαντος ἐτεφρώθησαν ὀπωπαὶ
καπνῷ λιγνυόεντι, νιφοβλήτων δὲ προσώπων
χιονέαις λιβάδεσσιν ἐλευκαίνοντο παρειαί.
καὶ πισύρων ἀνέμων τετράζυγον εἶχεν ἀνάγκην:
εἰ γὰρ ἐς ἀντολίην σφαλερὰς ἐλέλιζεν ὀπωπάς,
ὑσμίνην φλογόεσσαν ἐδέχνυτο γείτονος Εὔρου:
εἰ κλίσιν ἐσκοπίαζε δυσήνεμον Ἀρκάδος Ἄρκτου,
χειμερίου πρηστῆρος ἀθαλπέι βάλλετο πάχνῃ:
φεύγων ψυχρὸν ἄλημα νιφοβλήτοιο Βορῆος
καὶ διερῷ δεδόνητο καὶ αἰθαλόεντι βελέμνῳ:
καὶ δύσιν εἰσορόων βλοσυρῆς ἀντώπιον Ἠοῦς
ἑσπερίην ἔφριξε θυελλήεσσαν Ἐνυώ,
εἰαρινῆς ἀίων Ζεφυρηίδος ἦχον ἱμάσθλης:
καὶ Νότος ἀμφὶ τένοντα μεσημβρινὸν Αἰγοκερῆος
ἄντυγας ἠερίας ἐπεμάστιε, θερμὸς ἀήτης,
φλογμὸν ἄγων Τυφῶνι πυραυγέι καύματος ἀτμῷ.
εἰ πάλιν ὄμβρον ἔχευε κατάρρυτον ὑέτιος Ζεύς,
λυσιπόνοις λιβάδεσσιν ὅλον χρόα λοῦσε Τυφωεὺς
θερμὰ καταψύχων κεκαφηότα γυῖα κεραυνῷ.

2.553-63:

Ἰσοτύπου δὲ τάλαντα μάχης ἔκλινε Κρονίων.
χειρὶ δὲ δενδρήεσσαν ἀπορρίψασα καλύπτρην
μήτηρ ἄχνυτο Γαῖα, Τυφαονίων κεφαλάων
καπνὸν ὀπιπεύουσα: μαραινομένων δὲ προσώπων
γηγενέος λύτο γοῦνα: προθεσπίζουσα δὲ νίκην
βρονταίοις πατάγοισι Διὸς μυκήσατο σάλπιγξ:
ἤριπε δ᾽ οὐρανίῳ μεθύων φλογόεντι βελέμνῳ,
ὠτειλήν ἀσίδηρον ἔχων πολέμοιο, Τυφωεὺς
ὑψιτενής, καὶ νῶτα βαλὼν ἐπὶ μητέρι Γαίῃ
κεῖτο, περιστορέσας ὀφιώδεα γυῖα κονίῃ,
πυρσὸν ἀναβλύζων.

2.606-24:

πῶς στεροπῆς ὀλίγης οὐκ ἔκφυγες ἀπτόλεμον πῦρ;
ἢ πόθεν οὔασι σοῖσιν ἀμετρήτοισιν ἀκούων
βρονταίην ἐλάχειαν ἐδείδιες ὄμβριον ἠχώ;
τίς σε τόσον ποίησεν ἀνάλκιδα; πῇ σέθεν αἰχμαί;
πῇ κεφαλαὶ σκυλάκων; πῇ χάσματα κεῖνα λεόντων
καὶ χθόνιον μύκημα βαρυφθόγγων σέο λαιμῶν;
πῇ δε δρακοντείης δολιχόσκιος ἰὸς ἐθείρης;
οὐκέτι συρίζεις ὀφιώδεϊ κυκλάδι χαίτῃ;
πῇ βοέων στομάτων μυκήματα; πῇ σέο χειρῶν
ἠλιβάτου πρηῶνος ἀκοντιστῆρες ἀγοστοί;
οὐκέτι μαστίζεις ἑλικώδεας ἄντυγας ἄστρων;
οὐκέτι λευκαίνουσι συῶν προβλῆτες ἀκωκαὶ
ἀφροκόμῳ ῥαθάμιγγι διάβροχον ἀνθερεῶνα;
πῇ μοι φρικτὰ γένεια σεσηρότα λυσσάδος ἄρκτου;
εἶξον ἐπουρανίοισι, πεδοτρεφές: ὑμετέρων γὰρ
χειρὶ μιῇ νίκησα διηκοσίων στίχα χειρῶν.
ἀλλὰ βαθυκρήμνοισι περισφίγγουσα κολώναις
Σικελίη τρικάρηνος ὅλον Τυφῶνα δεχέσθω
οἰκτρὰ κονιομένοις ἑκατὸν κομόωντα καρήνοις.

2.663-79:

‘Κάδμε, τεῇ σύριγγι πύλας ἔστεψας Ὀλύμπου:
σὸν γάμον οὐρανίῃ καὶ ἐγὼ Φόρμιγγι γεραίρω:
γαμβρὸν ἐγὼ τελέσω σε καὶ Ἄρεϊ καὶ Κυθερείῃ,
καὶ χθονίου δείπνοιο θεοὺς ἔχε δαιτυμονῆας.
ἵξομαι εἰς σέο δῶμα: τί φίλτερον ἄλλο νοήσεις
ἢ μακάρων βασιλῆα τεῆς ψαύοντα τραπέζης;
εἰ δὲ τύχης ἐθέλεις ἑτερότροπα κύματα φεύγειν
πορθμεύων βιότοιο γαληναίοιο πορείην,
Ἄρεα μὲν Διρκαῖον ἀεὶ πεφύλαξο χαλέψαι,
Ἄρεα νόσφι λόχου κεχολωμένον: ἐννύχιος δὲ
οὐρανίοιο Δράκοντος ἐναντίον ὄμμα τιτήνας
ῥέξον ὑπὲρ βωμοῖο λαβὼν εὔοδμον ὀφίτην,
κικλήσκων Ὀφιοῦχον Ὀλύμπιον, ἐν πυρὶ καίων
Ἰλλυρικῆς ἐλάφοιο πολυγλώχινα κεραίην,
ὄφρα φύγῃς, ὅσα πικρὰ τεῷ πεπρωμένα πότμῳ
Μοιριδίης ἔκλωσεν ἕλιξ ἄτρακτος ἀνάγκης,
εἰ λίνα Μοιράων ἐπιπείθεται.’

DSS no. 8. Translation can be found here.