Bel and the Dragon 23-7 (ii BC)
Daniel, Cyrus and the Dragon of Babylon.
23 Καὶ ἦν δράκων μέγας, καὶ ἐσέβοντο αὐτὸν οἱ Βαβυλώνιοι.
24 καὶ εἶπεν ὁ βασιλεὺς τῷ Δανιηλ Οὐ δύνασαι εἰπεῖν ὅτι οὐκ ἔστιν οὗτος θεὸς ζῶν· καὶ προσκύνησον αὐτῷ.
25 καὶ εἶπεν Δανιηλ Κυρίῳ τῷ θεῷ μου προσκυνήσω, ὅτι οὗτός ἐστιν θεὸς ζῶν· σὺ δέ, βασιλεῦ, δός μοι ἐξουσίαν, καὶ ἀποκτενῶ τὸν δράκοντα ἄνευ μαχαίρας καὶ ῥάβδου.
26 καὶ εἶπεν ὁ βασιλεύς Δίδωμί σοι.
27 καὶ ἔλαβεν Δανιηλ πίσσαν καὶ στῆρ καὶ τρίχας καὶ ἥψησεν ἐπὶ τὸ αὐτὸ καὶ ἐποίησεν μάζας καὶ ἔδωκεν εἰς τὸ στόμα τοῦ δράκοντος, καὶ φαγὼν διερράγη ὁ δράκων. καὶ εἶπεν ῎Ιδετε τὰ σεβάσματα ὑμῶν.