Palaephatus

De Incredibilibus 38 (c.300 BC)

Rationalising the Hydra.

Λέγεται καὶ περὶ τῆς ὕδρας τῆς Λερναίας ὅτι
ὄφις ἦν ἔχων πεντήκοντα κεφαλάς, σῶμα δὲ ἕν,
καὶ ἐπειδὴ αὐτῆς ἀφέλοιτο μίαν Ἡρακλῆς κεφαλήν,
δύο ἀνεφύοντο. καὶ ὁ καρκίνος δὲ ἦλθε βοηθῶν
τῇ ὕδρᾳ· καὶ τότε δὴ ὁ Ἰόλαος ἀμύνει τῷ Ἡρα-
κλεῖ, ἐπειδὴ καὶ τῇ ὕδρᾳ ἤμυνεν ὁ καρκίνος. τούτων
δὲ εἴ τις πείθεταί τι γενέσθαι, μάταιός ἐστιν· γελοία
γὰρ καὶ ἡ ὄψις· καὶ πῶς, ὁπότε ἀφέλοιτο μίαν κεφαλήν,
ὑπὸ τῶν λοιπῶν οὐ κατησθίετο καὶ ἤλγει; ἦν οὖν
τοιοῦτον. Λέρνος ἦν βασιλεύς του χωρίου, ἔσχ
δὲ ἀπ’ ἐκείνου τὸ ὄνομα καὶ τὸ χωρίον (ᾤκουν δὲ
πάντες οἱ ἄνθρωποι τότε κατὰ κώμας, καὶ τοῦτο τὸ
χωρίον Ἀργεῖοι νῦν ἔχουσιν). ἦσαν δὲ πόλεις τότε
Ἄργος, Μυκήνη, Τυρήνη, Λέρνη, καὶ βασιλεὺς
ἐφ’ ἐκάστῳ ἐτέτακτο τῶν χωρίων τούτων. οἱ μὲν οὖν

ἄλλοι βασιλεῖς Εὐρυσθεῖ τοῦ Σθενέλου τοῦ Περ-
σέως ὑπετάττοντο· εἶχε γὰρ τὸ μέγιστον καὶ πολυαν-
δρότατον, τὰς Μυκήνας· ὁ δὲ Λέρνος οὐκ ἤθελεν
αὐτῷ ὑποτετάχθαι. ἐπολέμουν οὖν αὐτῷ διὰ τοῦτο.
ἦν δὲ τῷ Λέρνῳ ἐν τῇ εἰσβολῇ τῆς χώρας πολίχνιόν
τι καρτερόν, καὶ ἐφρούρουν αὐτὸ πεντήκοντα τοξόται
ἀνδρεῖοι, οἳ ἐπῄεσαν ἐπὶ τῷ πύργῳ ἀδιαλείπτως νύκτα
καὶ ἡμέραν. ὄνομα δὲ ἦν τῷ πολιχνίῳ Ὕδρα. πέμπει
οὖν Εὐρυσθεὺς Ἡρακλέα ἐκπορθήσοντα τὸ πολί-
χνιον. οἱ δὲ περὶ Ἡρακλέα ἐπυρπόλουν τοὺς ἐπὶ
τῷ πύργῳ τοξότας· ὁπότε δέ τις πληγεὶς πέσοι, δύο
ἀνέβαινον τοξόται ἀνθ’ ἑνός, ἐπεὶ ἀνδρεῖος ἦν ὁ
προανῃρημένος. ἐπεὶ δὲ συνείχετο ὁ Λέρνος ὑπὸ τοῦ
Ἡρακλέους τῷ πολέμῳ, μισθοῦται ἐπικούρους Κᾶρας.
ἦλθε δὲ αὐτῷ ἄγων τὴν στρατιὰν Καρκίνος ὀνόματι
ἀνὴρ μέγας καὶ πολεμικός. καὶ σὺν τούτῳ ἀντεῖχον
πρὸς τὸν Ἡρακλέα. εἶτα βοηθεῖ Ἰόλαος ὁ Ἰφι-
κλέους ἀδελφιδοῦς ὢν τῷ Ἡρακλεῖ ἔχων στρατιὰν ἀπὸ
Θηβῶν καὶ τὸν πεφυκότα πύργον πρὸς τῇ Ὕδρᾳ προ-
σελθὼν ἐνέπρησε, καὶ σὺν ταύτῃ τῇ δυνάμει <ἐκ>πορ-
θεῖ αὐτοὺς ὁ Ἡρακλῆς, καὶ τὴν Ὕδραν ἀναιρεῖ καὶ
τὴν στρατιὰν ἀπόλλυσιν. οὗ γενομένου γράφουσι τὴν
ὕδραν ὄφιν καὶ τὸν μῦθον προσαναπλάττουσιν.

DSS no. 27.