Aristophanes

Thesmophoriazusae 1009-1135 (411 BC)

The reconstruction of Euripides lost Andromeda: Aristophanes’ parody of it.

Μνησίλοχος
θεοί, Ζεῦ σῶτερ, εἰσὶν ἐλπίδες.
ἁνὴρ ἔοικεν οὐ προδώσειν, ἀλλά μοι
σημεῖον ὑπεδήλωσε Περσεὺς ἐκδραμών,
ὅτι δεῖ με γίγνεσθ᾽ Ἀνδρομέδαν: πάντως δέ μοι
τὰ δέσμ᾽ ὑπάρχει. δῆλον οὖν τοῦτ᾽ ἔσθ᾽ ὅτι
ἥξει με σώσων: οὐ γὰρ ἂν παρέπτετο.

Εὐριπίδης
φίλαι παρθένοι φίλαι, πῶς ἂν οὖν
ἐπέλθοιμι καὶ
τὸν Σκύθην λάθοιμι;
κλύεις; ὦ πρὸς αἰδοῦς σὲ τὰν ἐν ἄντροις,
κατάνευσον, ἔασον ὡς
τὴν γυναῖκά μ᾽ ἐλθεῖν.

Μνησίλοχος
ἄνοικτος ὅς μ᾽ ἔδησε τὸν
πολυστονώτατον βροτῶν:
μόλις δὲ γραῖαν ἀποφυγὼν
σαπρὰν ἀπωλόμην ὅμως.
ὅδε γὰρ ὁ Σκύθης πάλαι μοι φύλαξ
ἐφεστὼς ὀλοὸν ἄφιλον ἐκρέμασεν
κόραξι δεῖπνον. ὁρᾷς; οὐ
χοροῖσιν οὐδ᾽ ὑφ᾽ ἡλίκων νεανίδων
κημὸν ἕστηκ᾽ ἔχουσ᾽,
ἀλλ᾽ ἐν πυκνοῖς δεσμοῖσιν ἐμπεπλεγμένη
κήτει βορὰ Γλαυκέτῃ πρόκειμαι,
γαμηλίῳ μὲν οὐ ξὺν
παιῶνι δεσμίῳ δὲ
γοᾶσθέ μ᾽ ὦ γυναῖκες, ὡς
μέλεα μὲν πέπονθα μέλεος,
ὦ τάλας ἐγὼ τάλας,
ἀπὸ δὲ συγγόνων τάλαν᾽ ἄνομα πάθεα,
φῶτά τε λιτομέναν, πολυδάκρυτον Ἀίδα
γόον †φεύγουσαν†
αἰαῖ αἰαῖ ἒ ἒ,
ὃς ἔμ᾽ ἀπεξύρησε πρῶτον,
ὃς ἐμὲ κροκόεντ᾽ ἐνέδυσεν:
ἐπὶ δὲ τοῖσδ᾽ ἐς τόδ᾽ ἀνέπεμψεν
ἱερόν, ἔνθα γυναῖκες.
ἰώ μοι μοίρας ἄτεγκτε δαίμων:
ὦ κατάρατος ἐγώ:
τίς ἐμὸν οὐκ ἐπόψεται
πάθος ἀμέγαρτον ἐπὶ κακῶν παρουσίᾳ;
εἴθε με πυρφόρος αἰθέρος ἀστὴρ—
τὸν βάρβαρον ἐξολέσειεν.
οὐ γὰρ ἔτ᾽ ἀθανάταν φλόγα λεύσσειν
ἐστὶν ἐμοὶ φίλον, ὡς ἐκρεμάσθην,
λαιμότμητ᾽ ἄχη δαιμόνων αἰόλαν
νέκυσιν ἐπὶ πορείαν.

Εὐριπίδης
χαῖρ᾽ ὦ φίλη παῖ: τὸν δὲ πατέρα Κηφέα
ὅς σ᾽ ἐξέθηκεν ἀπολέσειαν οἱ θεοί.

Μνησίλοχος
σὺ δ᾽ εἶ τίς ἥτις τοὐμὸν ᾤκτιρας πάθος;

Εὐριπίδης
Ἠχὼ λόγων ἀντῳδὸς ἐπικοκκάστρια,
1060ἥπερ πέρυσιν ἐν τῷδε ταὐτῷ χωρίῳ
Εὐριπίδῃ καὐτὴ ξυνηγωνιζόμην.
ἀλλ᾽ ὦ τέκνον σὲ μὲν τὸ σαυτῆς χρὴ ποιεῖν,
κλάειν ἐλεινῶς.

Μνησίλοχος
σὲ δ᾽ ἐπικλάειν ὕστερον.

Εὐριπίδης
ἐμοὶ μελήσει ταῦτά γ᾽. ἀλλ᾽ ἄρχου λόγων.

Μνησίλοχος
ὦ νὺξ ἱερὰ
ὡς μακρὸν ἵππευμα διώκεις
ἀστεροειδέα νῶτα διφρεύουσ᾽
αἰθέρος ἱερᾶς
τοῦ σεμνοτάτου δι᾽ Ὀλύμπου;

Εὐριπίδης
δι᾽ Ὀλύμπου.

Μησίλοχος
τί ποτ᾽ Ἀνδρομέδα περίαλλα κακῶν
μέρος ἐξέλαχον—

Εὐριπίδης
μέρος ἐξέλαχον—

Μνησίλοχος
θανάτου τλήμων;

Εὐριπίδης
θανάτου τλήμων;

Μνησίλοχος
ἀπολεῖς μ᾽ ὦ γραῦ στωμυλλομένη.

Εὐριπίδης
στωμυλλομένη.

Μνησίλοχος
νὴ Δί᾽ ὀχληρά γ᾽ εἰσήρρηκας
λίαν.

Εὐριπίδης
λίαν.

Μνησίλοχος
ὦγάθ᾽ ἔασόν με μονῳδῆσαι,
καὶ χαριεῖ μοι. παῦσαι.

Εὐριπίδης
παῦσαι.

Μνησίλοχος
βάλλ᾽ ἐς κόρακας.

Εὐριπίδης
βάλλ᾽ ἐς κόρακας.

Μνησίλοχος
τί κακόν;

Εὐριπίδης
τί κακόν;

Μνησίλοχος
ληρεῖς.

Εὐριπίδης
ληρεῖς.

Μνησίλοχος
οἴμωζ᾽.

Εὐριπίδης
οἴμωζ᾽.

Μνησίλοχος
ὀτότυζ᾽.

Εὐριπίδης
ὀτότυζ᾽.

Τοξότης
οὖτος σί λαλῖς;

Εὐριπίδης
οὖτος σί λαλῖς;

Τοξότης
πρυτάνεις καλέσω;

Εὐριπίδης
πρυτάνεις καλέσω;

Τοξότης
σί κακόν;

Εὐριπίδης
σί κακόν;

Τοξότης
πῶτε τὸ πωνή;

Εὐριπίδης
πῶτε τὸ πωνή;

Τοξότης
σὺ λαλῖς;

Εὐριπίδης
σὺ λαλῖς;

Τοξότης
κλαύσει.

Εὐριπίδης
κλαύσει.

Τοξότης
κακκάσκι μοι;

Εὐριπίδης
κακκάσκι μοι;

Μνησίλοχος
μὰ Δί᾽ ἀλλὰ γυνὴ πλησίον αὕτη.

Εὐριπίδης
πλησίον αὕτη.

Τοξότης
ποῦ στ᾽ η᾽ μιαρά; καὶ δὴ πεύγει.
ποῖ ποῖ πεύγεις;

Εὐριπίδης
ποῖ ποῖ πεύγεις;

Τοξότης
οὐ καιρήσεις;

Εὐριπίδης
οὐ καιρήσεις;

Τοξότης
ἔτι γὰρ γρύζεις;

Εὐριπίδης
ἔτι γὰρ γρύζεις;

Τοξότης
λαβὲ τὴ μιαρά.

Εὐριπίδης
λαβὲ τὴ μιαρά.

Τοξότης
λάλο καὶ κατάρατο γύναικο.

Εὐριπίδης
ὦ θεοὶ τίν᾽ ἐς γῆν βαρβάρων ἀφίγμεθα
ταχεῖ πεδίλῳ; διὰ μέσου γὰρ αἰθέρος
τέμνων κέλευθον πόδα τίθημ᾽ ὑπόπτερον
Περσεὺς πρὸς Ἄργος ναυστολῶν τὸ Γοργόνος
κάρα κομίζων.

Τοξότης
τί λέγι; τὴ Γόργος πέρι
τὸ γραμματέο σὺ τὴ κεπαλή;

Εὐριπίδης
τὴν Γοργόνος
ἔγωγε φημί.

Τοξότης
Γόργο τοι κἀγὼ λέγι.

Εὐριπίδης
ἔα: τίν᾽ ὄχθον τόνδ᾽ ὁρῶ καὶ παρθένον
θεαῖς ὁμοίαν ναῦν ὅπως ὡρμισμένην;

Μνησίλοχος
ὦ ξένε κατοίκτιρόν με τὴν παναθλίαν,
λῦσόν με δεσμῶν.

Τοξότης
οὐκὶ μὶ λαλῆσι σύ;
κατάρατο τολμᾷς ἀποτανουμένη λαλᾷς;

Εὐριπίδης
ὦ παρθέν᾽ οἰκτίρω σὲ κρεμαμένην ὁρῶν.

Τοξότης
οὐ παρτέν᾽ ἐστίν, ἀλλ᾽ ἀμαρτωλὴ γέρων
καὶ κλέπτο καὶ πανοῦργο.

Εὐριπίδης
ληρεῖς ὦ Σκύθα.
αὕτη γάρ ἐστιν Ἀνδρομέδα παῖς Κηφέως.

Τοξότης
σκέψαι τὸ κύστο: μή τι μικτὸν παίνεται;

Εὐριπίδης
φέρε δεῦρό μοι τὴν χεῖρ᾽, ἵν᾽ ἅψωμαι κόρης:
φέρε Σκύθ᾽: ἀνθρώποισι γὰρ νοσήματα
ἅπασίν ἐστιν: ἐμὲ δὲ καὐτὸν τῆς κόρης
ταύτης ἔρως εἴληφεν.

Τοξότης
οὐ ζηλῶσί σε:
ἀτὰρ εἰ τὸ πρωκτὸ δεῦρο περιεστραμμένον,
οὐκ ἐπτόνησά σ᾽ αὐτὸ πυγίζεις ἄγων.

Εὐριπίδης
τί δ᾽ οὐκ ἐᾷς λύσαντά μ᾽ αὐτὴν ὦ Σκύθα
πεσεῖν ἐς εὐνὴν καὶ γαμήλιον λέχος;

Τοξότης
εἰ σπόδρ᾽ ἐπιτυμεῖς τὴ γέροντο πύγισο,
τὴ σανίδο τρήσας ἐξόπιστο πρώκτισον.

Εὐριπίδης
μὰ Δί᾽ ἀλλὰ λύσω δεσμά.

Τοξότης
μαστιγῶ σ᾽ ἄρα.

Εὐριπίδης
καὶ μὴν ποιήσω τοῦτο.

Τοξότης
τὸ κεπαλή σ᾽ ἄρα
τὸ ξιπομάκαιραν ἀποκεκόψι τουτοϊ.

Εὐριπίδης
αἰαῖ: τί δράσω; πρὸς τίνας στρεφθῶ λόγους;
ἀλλ᾽ οὐ γὰρ ἂν δέξαιτο βάρβαρος φύσις.
σκαιοῖσι γάρ τοι καινὰ προσφέρων σοφὰ
μάτην ἀναλίσκοις ἄν, ἀλλ᾽ ἄλλην τινὰ
τούτῳ πρέπουσαν μηχανὴν προσοιστέον.

Τοξότης
μιαρὸς ἀλώπηξ, οἶον ἐπιτήκιζί μοι.

Μνησίλοχος
μέμνησο Περσεῦ μ᾽ ὡς καταλείπεις ἀθλίαν.

Τοξότης
ἔτι γὰρ σὺ τὴ μάστιγαν ἐπιτυμεῖς λαβεῖν;

DSS no. 110. Translation can be found here.