Herodorus of Heraclea

F14 (c.400 BC?)

Herodorus (inconsistently) allegorises Heracles’ battle against Ladon and his seizure of the golden apples.

ὃν γράφουσι δορὰν λέοντος φοροῦντα καὶ ῥόπαλον φέροντα καὶ τρία μῆλα κρατοῦντα. ἅπερ τρία μῆλα ἀφελέσθαι αὐτὸν ἐμυθολόγησαν τῶι ῥοπάλωι φονεύσαντα τὸν δράκοντα, τουτέστι νικήσαντα τὸν πολυποίκιλον τῆς πικρᾶς ἐπιθυμίας λογισμὸν διὰ τοῦ ῥοπάλου τῆς φιλοσοφίας, ἔχοντα περιβόλαιον γενναῖον φρόνημα ὡς δορὰν λέοντος. καὶ οὕτως ἀφείλετο τὰ τρία μῆλα, ὅπερ ἐστὶ τρεῖς ἀρετάς· τὸ μὴ ὀργίζεσθαι, τὸ μὴ φιλαργυρεῖν, τὸ μὴ φιληδονεῖν. διὰ γὰρ τοῦ ῥοπάλου τῆς καρτερικῆς ψυχῆς καὶ τῆς δορᾶς τοῦ θρασυτάτου σώφρονος λογισμοῦ ἐνίκησε τὸν γήινον τῆς φαύλης ἐπιθυμίας ἀγῶνα, φιλοσοφήσας μέχρι θανάτου, καθὼς ῾Ηρόδωρος ὁ σοφώτατος συνεγράψατο, ὃς καὶ ἄλλους ῾Ηρακλεῖς ἱστορεῖ γεγενῆσθαι ἑπτά.

DSS no. 33.