Homeric Hymn to Apollo

Homeric Hymn (3) to Apollo 300-9, 349-73 (c.590 BC)

This Hymn narrates the slaying of the dragoness Delphyne and her subsequent rotting.

300-9:

ἀγχοῦ δὲ κρήνη καλλίρροος, ἔνθα δράκαιναν
κτεῖνεν ἄναξ, Διὸς υἱός, ἀπὸ κρατεροῖο βιοῖο,
ζατρεφέα, μεγάλην, τέρας ἄγριον, ἣ κακὰ πολλὰ
ἀνθρώπους ἔρδεσκεν ἐπὶ χθονί, πολλὰ μὲν αὐτούς,
πολλὰ δὲ μῆλα ταναύποδ᾽, ἐπεὶ πέλε πῆμα δαφοινόν.
καὶ ποτε δεξαμένη χρυσοθρόνου ἔτρεφεν Ἥρης
δεινόν τ᾽ ἀργαλέον τε Τυφάονα, πῆμα βροτοῖσιν:
ὅν ποτ᾽ ἄρ᾽ Ἥρη ἔτικτε χολωσαμένη Διὶ πατρί,
ἡνίκ᾽ ἄρα Κρονίδης ἐρικυδέα γείνατ᾽ Ἀθήνην
ἐν κορυφῇ.

349-73:

ἀλλ᾽ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο
ἂψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι,
ἣ δ᾽ ἔτεκ᾽ οὔτε θεοῖς ἐναλίγκιον οὔτε βροτοῖσι,
δεινόν τ᾽ ἀργαλέον τε Τυφάονα, πῆμα βροτοῖσιν.
αὐτίκα τόνδε λαβοῦσα βοῶπις πότνια Ἥρη
δῶκεν ἔπειτα φέρουσα κακῷ κακόν: ἣ δ᾽ ὑπέδεκτο.
ὃς κακὰ πόλλ᾽ ἔρδεσκεν ἀγακλυτὰ φῦλ᾽ ἀνθρώπων:
ὃς τῇ γ᾽ ἀντιάσειε, φέρεσκέ μιν αἴσιμον ἦμαρ,
πρίν γέ οἱ ἰὸν ἐφῆκε ἄναξ ἑκάεργος Ἀπόλλων
καρτερόν: ἣ δ᾽ ὀδύνῃσιν ἐρεχθομένη χαλεπῇσι
κεῖτο μέγ᾽ ἀσθμαίνουσα κυλινδομένη κατὰ χῶρον.
θεσπεσίη δ᾽ ἐνοπὴ γένετ᾽ ἄσπετος: ἣ δὲ καθ᾽ ὕλην
πυκνὰ μάλ᾽ ἔνθα καὶ ἔνθα ἑλίσσετο, λεῖπε δὲ θυμὸν
φοινὸν ἀποπνείουσ᾽: ὃ δ᾽ ἐπηύξατο Φοῖβος Ἀπόλλων:
ἐνταυθοῖ νῦν πύθευ ἐπὶ χθονὶ βωτιανείρῃ:
οὐδὲ σύ γε ζώουσα κακὸν δήλημα βροτοῖσιν
ἔσσεαι, οἳ γαίης πολυφόρβου καρπὸν ἔδοντες
ἐνθάδ᾽ ἀγινήσουσι τεληέσσας ἑκατόμβας:
οὐδέ τί τοι θάνατόν γε δυσηλεγέ᾽ οὔτε Τυφωεὺς
ἀρκέσει οὔτε Χίμαιρα δυσώνυμος, ἀλλά σέ γ᾽ αὐτοῦ
πύσει Γαῖα μέλαινα καὶ ἠλέκτωρ Ὑπερίων.
ὣς φάτ᾽ ἐπευχόμενος: τὴν δὲ σκότος ὄσσε κάλυψε.
τὴν δ᾽ αὐτοῦ κατέπυσ᾽ ἱερὸν μένος Ἠελίοιο,
ἐξ οὗ νῦν Πυθὼ κικλήσκεται: οἳ δὲ ἄνακτα
Πύθιον ἀγκαλέουσιν ἐπώνυμον, οὕνεκα κεῖθι
αὐτοῦ πῦσε πέλωρ μένος ὀξέος Ἠελίοιο.

DSS no. 14. Translation can be found here.