De Incredibilibus 1, 9, 13 (ii AD)
Rationalisation: Medusa as a courtesan whose beauty stops men in their tracks.
1:
Φασὶ ταύτην ἀπολιθοῦν τοὺς θεασαμένους αὐτήν,
καὶ Περσέως ἀποτεμόντος αὐτῆς τὴν κεφαλήν, ἐξελθεῖν
ἵππον πτερωτόν. ἔχει δὲ οὕτω. αὕτη ἑταίρα καλὴ
ἐγένετο ὡς τὸν ἰδόντα αὐτὴν ἔκπληκτον γενόμενον
οἷον ἀπολιθοῦσθαι. λέγομεν δὲ καὶ ἡμεῖς „ἰδὼν
αὐτὴν ἀπελιθώθη“. παραγενομένου δὲ Περσέως ἐν
ἔρωτι γενομένη τά τε ὑπάρχοντα κατέφαγε καὶ τὴν
ἑαυτῆς ἡλικίαν κατέφθειρεν· ἀπολέσασα δὲ τὴν ἡλι-
κίαν καὶ τὰ ὑπάρχοντα ἵππου γῆρας ἐγήρασεν. ἡ γὰρ
κεφαλὴ τὸ τῆς ἡλικίας ἄνθος ἐστίν, ὃ ἀφεῖλεν αὐτῆς
ὁ Περσεύς.
9:
Τούτῳ ἱστορεῖται τὸν Ἑρμῆν πέδιλα πτερωτὰ δε-
δωκέναι. Ἑρμῆς γὰρ τὴν πρὸς δρόμον γυμνασίαν
ἐπενόησεν, ἐν ᾗ εὐδόκιμος ἦν ὁ Περσεύς. οἱ γοῦν
θεώμενοι, τὸ τάχος θαυμάζοντες, πτερὰ εἶπον προστε-
θεῖσθαι τοῖς ποσὶν αὐτοῦ, καθὼς εἰώθαμεν λέγειν ἐπὶ
τῶν τάχεως τρεχόντων, ὅτι “ἔπτη”.
13:
Ταύτας ὑφίστανται μιᾷ ὁράσει χρῆσθαι ἀεὶ πρὸς
τὴν χρείαν μεταλαμβανούσας παρὰ τῆς ἐχούσης. εἰκὸς
δέ ἐστι τρεῖς γυναῖκας τυφλωθείσας ὁδηγῷ ἑνὶ χρῆσθαι
πρὸς τὴν πορείαν.
DSS no. 62