Euripides

Heracles 610-19 (c.416 BC)

Heracles parades Cerberus around Greece as he takes him back to Eurystheus.

Ἀμφιτρύων
ἦλθες γὰρ ὄντως δώματ᾽ εἰς Ἅιδου, τέκνον;

Ἡρακλῆς
καὶ θῆρά γ᾽ ἐς φῶς τὸν τρίκρανον ἤγαγον.

Ἀμφιτρύων
μάχῃ κρατήσας ἢ θεᾶς δωρήμασιν;

Ἡρακλῆς
μάχῃ: τὰ μυστῶν δ᾽ ὄργι᾽ εὐτύχησ᾽ ἰδών.

Ἀμφιτρύων
ἦ καὶ κατ᾽ οἴκους ἐστὶν Εὐρυσθέως ὁ θήρ;

Ἡρακλῆς
Χθονίας νιν ἄλσος Ἑρμιών τ᾽ ἔχει πόλις.

Ἀμφιτρύων
οὐδ᾽ οἶδεν Εὐρυσθεύς σε γῆς ἥκοντ᾽ ἄνω;

Ἡρακλῆς
οὐκ οἶδ᾽: ἵν᾽ ἐλθὼν τἀνθάδ᾽ εἰδείην πάρος.

Ἀμφιτρύων
χρόνον δὲ πῶς τοσοῦτον ἦσθ᾽ ὑπὸ χθονί;

Ἡρακλῆς
Θησέα κομίζων ἐχρόνισ᾽ ἐξ Ἅιδου, πάτερ.

DSS no. 42. Translation can be found here.