Ion, 987-97 (before 412 BC)
Athene slays the Aegis Gorgon.
Κρέουσα
ἄκουε τοίνυν: οἶσθα γηγενῆ μάχην;
Πρεσβύτης
οἶδ᾽, ἣν Φλέγρᾳ Γίγαντες ἔστησαν θεοῖς.
Κρέουσα
ἐνταῦθα Γοργόν᾽ ἔτεκε Γῆ, δεινὸν τέρας.
Πρεσβύτης
ἦ παισὶν αὑτῆς σύμμαχον, θεῶν πόνον;
Κρέουσα
ναί: καί νιν ἔκτειν᾽ ἡ Διὸς Παλλὰς θεά.
Πρεσβύτης
ποῖόν τι μορφῆς σχῆμ᾽ ἔχουσαν ἀγρίας;
Κρέουσα
θώρακ᾽ ἐχίδνης περιβόλοις ὡπλισμένον.
Πρεσβύτης
ἆρ᾽ οὗτός ἐσθ᾽ ὁ μῦθος ὃν κλύω πάλαι;
Κρέουσα
ταύτης Ἀθάναν δέρος ἐπὶ στέρνοις ἔχειν.
Πρεσβύτης
ἣν αἰγίδ᾽ ὀνομάζουσι, Παλλάδος στολήν;
Κρέουσα
τόδ᾽ ἔσχεν ὄνομα θεῶν ὅτ᾽ ᾖξεν ἐς δόρυ.