Damascius

De Principiis 123.2, i p.318 (515-29 AD)

The Orphic doublets of Typhon: Chronos.

Ἡ δὲ κατὰ τὸν Ἱερώνυμον φερομένη καὶ Ἑλλάνικον, εἴπερ μὴ
καὶ ὁ αὐτός ἐστιν, οὕτως ἔχει· Ὕδωρ ἦν, φησίν, ἐξ ἀρχῆς, καὶ ὕλη, ἐξ ἧς
ἐπάγη ἡ γῆ”, δύο ταύτας ἀρχὰς ὑποτιθέμενος πρῶτον, ὕδωρ καὶ γῆν, ταύτην
μὲν ὡς φύσει σκεδαστήν, ἐκεῖνο δὲ ὡς ταύτης κολλητικόν τε καὶ συνεκτικόν,
τὴν δὲ μίαν πρὸ τῶν δυεῖν ἄρρητον ἀφίησιν· αὐτὸ γὰρ τὸ μηδὲ φάναι περὶ
αὐτῆς ἐνδείκνυται αὐτῆς τὴν ἀπόρρητον φύσιν· τὴν δὲ τρίτην ἀρχὴν μετὰ τὰς
δύο γεννηθῆναι μὲν ἐκ τούτων, ὕδατός φημι καὶ γῆς, δράκοντα δὲ εἶναι κεφαλὰς
ἔχοντα προσπεφυκυίας ταύρου καὶ λέοντος, ἐν μέσῳ δὲ θεοῦ πρόσωπον, ἔχειν
δὲ καὶ ἐπὶ τῶν ὤμων πτερά, ὠνομάσθαι δὲ Χρόνον ἀγήραον καὶ Ἡρα-
κλῆα τὸν αὐτόν· συνεῖναι δὲ αὐτῷ τὴν Ἀνάγκην, φύσιν οὖσαν τὴν αὐτὴν καὶ
Ἀδράστειαν ἀσώματον διωργυιωμένην ἐν παντὶ τῷ κόσμῳ, τῶν περάτων
αὐτοῦ ἐφαπτομένην. Ταύτην <δὲ> οἶμαι λέγεσθαι τὴν τρίτην ἀρχὴν κατὰ τὴν
οὐσίαν ἑστῶσαν, πλὴν ὅτι ἀρσενόθηλυν αὐτὴν ὑπεστήσατο πρὸς ἔνδειξιν τῆς
πάντων γεννητικῆς αἰτίας. Καὶ ὑπολαμβάνω τὴν ἐν ταῖς ῥαψῳδίαις θεο-
λογίαν ἀφεῖσαν τὰς δύο πρώτας ἀρχὰς μετὰ τῆς μιᾶς πρὸ τῶν δυεῖν τῇ σιγῇ
παραδοθείσης ἀπὸ τῆς τρίτης μετὰ τὰς δύο ταύτης ἐνστήσασθαι τὴν ἀρχήν, ὡς
πρώτης ῥητόν τι ἐχούσης καὶ σύμμετρον πρὸς ἀνθρώπων ἀκοάς. Οὗτος γὰρ ἦν
ὁ πολυτίμητος ἐν ἐκείνῃ Χρόνος ἀγήραος καὶ Αἰθέρος καὶ Χάους πατήρ·
ἀμέλει καὶ κατὰ ταύτην ὁ Χρόνος οὗτος ὁ δράκων γεννᾶται, τριπλήγονον
Αἰθέρα φησὶ νοερὸν καὶ Χάος ἄπειρον, καὶ τρίτον ἐπὶ τούτοις Ἔρεβος
ὀμιχλῶδες, τὴν δευτέραν ταύτην τριάδα ἀνάλογον τῇ πρώτῃ παραδίδωσι δυνα-
μικὴν οὖσαν ὡς ἐκείνην πατρικήν. Διὸ καὶ τὸ τρίτον αὐτῆς Ἔρεβός ἐστιν
ὀμιχλῶδες, καὶ τὸ πατρικόν τε καὶ ἄκρον Αἰθήρ, οὐχ ἁπλῶς, ἀλλὰ νοερῶς·
τὸ δὲ μέσον αὐτόθεν Χάος ἄπειρον, ἀλλὰ μὴν ἐν τούτοις, ὡς λέγει, ὁ Χρόνος

τὸ δὲ μέσον αὐτόθεν Χάος ἄπειρον, ἀλλὰ μὴν ἐν τούτοις, ὡς λέγει, ὁ Χρόνος
ὠὸν ἐγέννησεν, τοῦ Χρόνου ποιοῦσα γέννημα καὶ αὕτη ἡ παράδοσις, καὶ ἐν
τούτοις τικτόμενον, ὅτι καὶ ἀπὸ τούτων ἡ τρίτη πρόεισι νοητὴ τριάς. Τίς οὖν
αὕτη ἐστί; τὸ ὠόν, ἡ δυὰς τῶν ἐν αὐτῷ φύσεων, ἄρρενος καὶ θηλείας, καὶ τῶν
ἐν μέσῳ παντοίων σπερμάτων τὸ πλῆθος· καὶ τρίτον ἐπὶ τούτοις θεὸν ἀσώ-
ματον, πτέρυγας ἐπὶ τῶν ὤμων ἔχοντα χρυσᾶς, ὃς ἐν μὲν ταῖς λαγόσι προσ-
πεφυκυίας εἶχε ταύρων κεφαλάς, ἐπὶ δὲ τῆς κεφαλῆς δράκοντα πελώριον
παντοδαπαῖς μορφαῖς θηρίων ἰνδαλλόμενον. Τοῦτον μὲν οὖν ὡς νοῦν τῆς
τριάδος ὑποληπτέον, τὰ δὲ μέσα γένη τά τε πολλὰ καὶ τὰ δύο τὴν δύναμιν,
αὐτὸ δὲ τὸ ὠὸν ἀρχὴν πατρικὴν τῆς τρίτης τριάδος, ταύτης δὲ τῆς τρίτης
τριάδος τὸν τρίτον θεόν· καὶ ἤδη ἡ θεολογία Πρωτόγονον ἀνυμνεῖ καὶ
Δία καλεῖ πάντων διατάκτορα καὶ ὅλου τοῦ κόσμου, διὸ καὶ Πᾶνα καλεῖσθαι.
Τοσαῦτα καὶ αὕτη περὶ τῶν νοητῶν ἀρχῶν ἡ γενεαλογία παρίστησιν.

DSS no. 11.