Palaephatus

De Incredibilibus 31 (c.300 BC)

Rationalisation: the Graecae and the Gorgons identified.

Καὶ περὶ τούτων πολὺ γελοιότερος φέρεται λόγος,
ὡς ὁ Φόρκυς εἶχε θυγατέρας τρεῖς, αἵτινες ἕνα
ὀφθαλμὸν ἔχουσαι ἀνὰ μέρος ἐχρῶντο· τούτων
δὲ ἡ χρωμένη ἐνετίθει αὐτὸν εἰς τὴν κεφαλὴν καὶ
οὕτως ἔβλεπε· καὶ οὕτως, μιᾶς αὐτῶν ἀποδιδούσης τῇ
ἑτέρᾳ τὸν ὀφθαλμόν, ἔβλεπον πᾶσαι. ἐλθὼν δὲ ὁ
Περσεὺς ὀπίσω αὐτῶν ἐν ἠρεμαίῳ βαδίσματι καὶ
λαβὼν τὸν ὀφθαλμὸν αὐτῶν, ἔφησεν οὐκ ἀποδώσειν,
ἐὰν μὴ φράσωσιν ὅπη ἐστὶν ἡ Γοργώ. φράζουσι
δ’ οὖν οὕτως· ὁ δὲ ἀποτεμὼν τὴν κεφαλὴν αὐτῆς, εἰς
Σέριφον ἦλθε καὶ δείξας ταύτην τῷ Πολυδέκτῃ, λίθινον αὐτὸν ἐποίησεν. καὶ τοῦτο δὲ γελοιότερον,
ἄνδρα ζῶντα ἰδόντα νεκροῦ κεφαλὴν ἀπολιθωθῆναι.
τίς γὰρ ἡ δύναμις τοῦ νεκροῦ; ἐγένετο οὖν τοιοῦτόν
τι. Φόρκυς ἦν ἀνὴρ Κερναῖος· οἱ δὲ Κερναῖοι
γένος μέν εἰσιν Αἰθίοπες, οἰκοῦσι δὲ νῆσον τὴν
Κέρνην ἔξω τῶν Ἡρακλείων Στηλῶν, ἀροῦσι δὲ
Λιβύην παρὰ τὸν † Ἄννονα ποταμὸν κατ’ εὐθὺ Καρ-
χηδόνος, εἰσὶ δὲ σφόδρα χρυσοῖ. οὗτος ὁ Φόρκυς
ἐβασίλευε τῶν νήσων τῶν ἔξω <τῶν> Ἡρακλείων
Στηλῶν (εἰσὶ δὲ τρεῖς), καὶ ποιεῖ τετράπηχυ ἄγαλμα
Ἀθηνᾶς χρυσοῦν. καλοῦσι δὲ Κερναῖοι τὴν
Ἀθηνᾶν Γοργώ, ὥσπερ τὴν Ἄρτεμιν Θρᾷκες μὲν
Βένδιν, Κρῆτες δὲ Δίκτυναν, Λακεδαιμόνιοι
δὲ Οὖπιν. ὁ μὲν οὖν Φόρκυς ἀποθνῄσκει πρὶν εἰς
τὸ ἱερὸν ἀναθεῖναι τὸ ἄγαλμα· κατέλιπε δὲ κόρας
τρεῖς, Σθενώ, Εὐρυάλην, Μέδουσαν. αὗται γή-
μασθαι μὲν οὐδενὶ ἠβουλήθησαν, διελόμεναι δὲ τὴν
οὐσίαν ἑκάστη νήσου μιᾶς ἦρχε· τὴν δὲ Γοργὼ οὔτε
πω ἀναθεῖναί γ’ αὐταῖς ἐδόκει, οὔτε διελεῖν, ἀλλ’ ἐν
μέρει κατετίθεντο [ἐναλλὰξ] θησαυρὸν ἑαυταῖς.

ἦν δὲτῷ Φόρκυνι ἑταῖρος, καλός τε καὶ ἀγαθὸς ἀνήρ, καὶ
αὐτῷ ἐν παντὶ πράγματι ἐχρῶντο ὥσπερ ὀφθαλμῷ.
Περσεὺς δ’ ἀνὴρ φυγὰς ἐξ Ἄργους ἐληίζετο τὰ κατὰ
θάλασσαν ἔχων πλοῖα καὶ ἰσχύν τινα περὶ αὑτόν·
πυθόμενος δὲ ταύτῃ βασιλείαν εἶναι γυναικῶν καὶ
πολύχρυσον μέν, ὀλίγανδρον δέ, ἀφικνεῖται· καὶ πρῶτον
μὲν ναυλοχῶν ἐν τῷ πορθμῷ μεταξὺ τῆς Κέρνης καὶ
τῆς Σαρπηδονίας, διαπλέοντα παρὰ τῆς ἑτέρας πρὸς
τὴν ἑτέραν τὸν Ὀφθαλμὸν λαμβάνει. οὗτος δὲ αὐτῷ
φράζει ὅτι ἄλλο μὲν οὐδὲν ἔχει λαβεῖν παρ’ αὐτῶν
ἄξιον λόγου ὅ τι μὴ τὴν Γοργώ, μηνύει τε αὐτῆς
τὸ πλῆθος τοῦ χρυσοῦ. αὐταὶ δὲ αἱ κόραι, ἐπεὶ οὐχ
ἧκεν ὁ Ὀφθαλμὸς ἐν τῷ μέρει κατὰ τὸ εἰρημένον,
συνῄεσαν ὁμόσε καὶ ᾐτιᾶτο ἡ ἑτέρα τὴν ἑτέραν. ὁπότε
δὲ ἀπηρνοῦντο μὴ ἔχειν, ἐθαύμαζον τί ἂν εἴη τὸ
γεγονός. ἐν τούτῳ προσπλεῖ αὐταῖς ὁ Περσεὺς ὁμοῦ
οὔσαις, καὶ φράζει ὡς αὐτὸς ἔχει τὸν Ὀφθαλμόν, καί
φησι μὴ ἀποδώσειν αὐταῖς, ἐὰν μὴ φράσωσιν ὅπη ἐστὶν
ἡ Γοργώ· ἐπηπείλει δὲ καὶ προσαποκτενεῖν μὴ εἰπούσας.
ἡ μὲν οὖν Μέδουσα οὔ φησι δείξειν, ἡ δὲ Σθενὼ καὶ

ἡ Εὐρυάλη ἔδειξαν. τὴν μὲν οὖν Μέδουσαν ἀπο-
κτείνει, ταῖς δὲ ἄλλαις τὸν Ὀφθαλμὸν ἀποδίδωσι.
λαβὼν δὲ τὴν Γοργὼ κατέκοψεν· ἀπαρτισάμενος δὲ
τριήρη, ἐπέθηκεν ἐπ’ αὐτῆς τὴν τῆς Γοργοῦς κεφαλὴν
καὶ τῇ νηὶ ὄνομα ἔθετο Γοργώ. ἐν ταύτῃ δὲ περι-
πλέων χρήματα παρὰ τῶν νησιωτῶν εἰσεπράττετο
καὶ τοὺς μὴ διδόντας ἀνῄρει. οὕτω δὴ καὶ τοὺς
Σεριφίους ᾔτει χρήματα προσπλεύσας· οἱ δὲ ἡμέρας
αὐτὸν ᾐτήσαντο, ἐν αἷς συλλέξουσι τὰ χρήματα. συνα-
γαγόντες οὖν λίθους ἀνδρομήκεις ἔθηκαν εἰς τὴν
ἀγορὰν καὶ ἐκλιπόντες τὴν Σέριφον ᾤχοντο. προσ-
πλεύσας οὖν πάλιν ὁ Περσεὺς ἐπὶ τὴν ἀπαίτησιν τῶν
χρημάτων καὶ ἐλθὼν εἰς τὴν ἀγοράν, ἀνθρώπων μὲν
οὐδένα εὗρε, λίθους δὲ ἀνδρομήκεις. τοῖς οὖν
λοιποῖς τῶν νησιωτῶν ἔλεγεν ὁ Περσεύς, ἐπειδὴ
μὴ παρεῖχον τὰ χρήματα, “ὁρᾶτε μή, ὡς Σερίφιοι
θεασάμενοι τῆς Γοργοῦς τὴν κεφαλὴν ἀπελιθώ-
θησαν, καὶ ὑμεῖς τοῦτο πάθητε.”

DSS no. 60.