Iphigenia in Tauris 1234-57 (c.412 BC)
The earliest substantial narrative of the battle with Typhon.
εὔπαις ὁ Λατοῦς γόνος,
τόν ποτε Δηλιὰς ἐν καρποφόροις γυάλοις
ἔτικτε, χρυσοκόμαν
ἐν κιθάρᾳ σοφόν, ἅ τ᾽ ἐπὶ τόξων
εὐστοχίᾳ γάνυται: φέρε δ᾽ αὐτά
νιν ἀπὸ δειράδος εἰναλίας,
λοχεῖα κλεινὰ λιποῦσα μά-
τηρ, τὰν ἀστάκτων ὑδάτων
βακχεύουσαν Διονύ-
σῳ Παρνάσιον κορυφάν:
ὅθι ποικιλόνωτος οἰ-
νωπὸς δράκων,
σκιερᾷ κατάχαλκος εὐ-
φύλλῳ δάφνᾳ,
γᾶς πελώριον τέρας, ἄμφεπε μαντεῖ-
ον Χθόνιον.
ἔτι μιν ἔτι βρέφος, ἔτι φίλας
ἐπὶ ματέρος ἀγκάλαισι θρῴσκων
ἔκανες, ὦ Φοῖβε, μαντείων δ᾽ ἐπέβας ζαθέων,
τρίποδί τ᾽ ἐν χρυσέῳ θάσσεις, ἐν ἀψευδεῖ θρόνῳ
μαντείας βροτοῖς θεσφάτων νέμων
ἀδύτων ὕπο, Κασταλίας ῥεέθρων γείτων, μέσον
γᾶς ἔχων μέλαθρον.