Olympians 13.60-6 and 84-90 (464 BC)
Athene helps Bellerophon master the winged horse Pegasus.
13.60-6:
ἐκ Λυκίας δὲ Γλαῦκον ἐλθόντα τρόμεον Δαναοί. τοῖσι μὲν
ἐξεύχετ᾽ ἐν ἄστεϊ Πειράνας σφετέρου πατρὸς ἀρχὰν
καὶ βαθὺν κλᾶρον ἔμμεν καὶ μέγαρον:
ὃς τᾶς ὀφιώδεος υἱόν ποτε Γοργόνος ἦ πόλλ᾽ ἀμφὶ κρουνοῖς
Πάγασον ζεῦξαι ποθέων ἔπαθεν,
πρίν γέ οἱ χρυσάμπυκα κούρα χαλινὸν
Παλλὰς ἤνεγκ᾽.
13.84-90:
ἤτοι καὶ ὁ καρτερὸς ὁρμαίνων ἕλε Βελλεροφόντας,
φάρμακον πραῢ τείνων ἀμφὶ γένυι,
ἵππον πτερόεντ᾽: ἀναβὰς δ᾽ εὐθὺς ἐνόπλια χαλκωθεὶς ἔπαιζεν.
σὺν δὲ κείνῳ καί ποτ᾽ Ἀμαζονίδων
αἰθέρος ψυχρῶν ἀπὸ κόλπων ἐρήμου
τοξόταν βάλλων γυναικεῖον στρατόν,
καὶ Χίμαιραν πῦρ πνέοισαν καὶ Σολύμους ἔπεφνεν.