Tzetzes

Commentary on Lycophron Alexandria 17 (xii AD)

Allegorisation: Perseus as the sun slays Medusa as evaporated seawater.

Περσεὺς ὁ ἥλιός ἐστι *καὶ* ἡ ὀξυκίνητος τοῦ οὐρανοῦ κίνη-
σις Ἀθηνᾶ δὲ ὁ ἀὴρ καὶ ἡ ἀναθυμίασις ἡ κινοῦσα τὸν
οὐρανόν· ἐξ ἀναθυμιάσεων γὰρ κινεῖται. Περσεὺς *δὲ* λέγε-
ται παρὰ τὸ περισσῶς σεύεσθαι καὶ ὁρμᾶν. τοῦτον ἡ ἀερώ-
δης ἀναθυμίασις αὕτη πέμπει ἐπὶ τὰς γοργόνας ἤτοι τὴν
θάλασσαν καὶ τὸ σύστημα τῶν ὑγρῶν γοργόνα λεγομένων
διὰ τὴν ταύτης κατάπληξιν. γοργὸν γὰρ τὸ καταπληκτικόν.
πέμπει δὲ τοῦτον ἀνελεῖν τὴν Μέδουσαν, τὴν λεπτομερεστέ-
ραν οὐσίαν, ὡς ἐξισουμένην αὐτῇ. καὶ γὰρ ἡ πᾶσα θάλασσα
ἀεροειδής ἐστι, τὸ δὲ λεπτότερον αὐτῆς εἰς ἀέρα μεταβάλλει.
ὁ γοῦν Περσεὺς ἤτοι ὁ ἥλιος οὕτω κινούμενος τῇ οὐρανίᾳ
φορᾷ τὴν Σθενὼ μὲν καὶ τὴν Εὐρυάλειαν ἤτοι τὸ δυνατὸν
καὶ κατὰ μήκη πέλαγος *τῆς θαλάσσης* ἐκτεταμένον οὐκ

ἀναιρεῖ ἤγουν οὐ μετατρέπει οὐδ’ ἀνιμᾶται ὡς ἀθάνατον ὡς
μὴ μετατραπῆναι δυνάμενον, τὴν δὲ Μέδουσαν μόνην ὡς
θνητὴν ἀναιρεῖ πλήττων τῷ ξίφει ἤτοι τὸ βασιλικώτατον
καὶ τῇ ὀξείᾳ κινήσει λεπτὸν μεταποιεῖ καὶ ἀνιμᾶται. τῇ δὲ
καρατομίᾳ ἐκείνης ἐκ τοῦ τραχήλου ὁρμᾷ Χρυσάορ καὶ Πή-
γασος· ἀνιμωμένου γὰρ τοῦ ἡλίου καὶ τοῦ ἀέρος τὸ κεφα-
λαιῶδες, ὡς ἔφην, καὶ τὸ λεπτότερον καὶ ἀτμῶδες συμβαίνει
τὸ βαρύτερον ἀναφερόμενον πάλιν κάτω πηγάζειν καὶ χέεσθαι,
ὃ καὶ Πήγασον ὀνομάζουσι διὰ τὸ κατωφερές—κατωφερῆ γὰρ
τὰ ἄλογα—, τὸ δὲ λεπτομερέστερον εἰς τὸ αἰθεροειδέστερον
καὶ ἔτι εἰς τὸ πυρῶδες μεταβάλλειν, ὅπερ καὶ Χρυσάορα κεκλή-
κασι. τούτῳ οὖν τῷ ἐξ ὕδατος Πηγάσῳ ἀναφερομένῳ τῇ
κινήσει τοῦ οὐρανοῦ καὶ τῇ ἡλιακῇ ἀνιμήσει ἐποχουμένη
συναναφέρεται ἡ Ἡμέρα· σφαιροειδὴς γάρ ἐστιν ὁ οὐρανὸς
καὶ κινεῖται ἀπὸ ἀνατολῶν ἐπὶ δυσμὰς συμπεριφέρων αὐτῷ
τὸν ἥλιον, οὗπερ ἡλίου περιδινηθέντος εἰς τὸ ὑπὸ γῆν ἡμι-
σφαίριον γίνεται νύξ, ἀπὸ δὲ τοῦ ὑπὸ θάλασσαν καὶ γῆν
εἰς τὸ ἄνω ἀναδραμόντος ἡμισφαίριον, ὅθεν καὶ τοὺς λεχθέν-
τας πηγάσους ἀτμοὺς ἀνασπᾷ, ἡμέραν ἐργάζεται.

DSS no. 67.