Alexander Romance 1.32.5-13 (c.300 AD)
Alexander the Great has the Agathos Daimon dragon killed at the foundation of Alexandria.
Ἤρξαντο δὲ οἰκοδομεῖν τὴν Ἀλεξάνδρειαν ἀπὸ Μέσου πεδίου, καὶ ἔσχεν ὁ τόπος τὴν προσωνυμίαν ἀρχὴν διὰ τὸ ἀπ´ ἐκεῖθεν ἄρξασθαι τὴν τῆς πόλεως οἰκοδομήν. τοῖς δὲ περὶ αὐτὴν τρεπομένοις δράκων συνήθως παραγενόμενος ἐξεφόβει τοὺς ἐργαζομένους, καὶ ἐγκοπὴν ἐποιοῦντο τοῦ ἔργου διὰ τὴν τοῦ ζῴου ἐπέλευσιν. μετεδόθη δὲ τῷ Ἀλεξάνδρῳ τοῦτο· ὁ δὲ ἐκέλευσε τῇ ἐρχομένῃ ἡμέρᾳ ὅπου ἂν καταληφθῇ χειρώσασθαι [ἑνὸς εἰργάζοντο]. καὶ δὴ λαβόντες 〈τὴν〉 ἐπιτροπὴν παραγενομένου τοῦ θηρὸς κατὰ τῆς νῦν καλουμένης Στοᾶς τούτου περιεγένοντο καὶ ἀνεῖλον. ἐκέλευσε δὲ ὁ Ἀλέξανδρος ἐκεῖ αὐτῷ τέμενος γενέσθαι καὶ θάψας κατέθετο· καὶ πλησίον ἐκέλευσε στεφάνους στέφεσθαι εἰς μνήμην τοῦ ὀφθέντος ἀγαθοῦ δαίμονος. Ἐκέλευσε δὲ μηδαμοῦ ἀλλαχοῦ βάλλεσθαι τὴν ὀρυγὴν τῶν θεμελίων εἰ μὴ εἰς ἕνα τόπον, καὶ ἔστιν ἕως ἄρτι ὄρος μέγα φαινόμενον, ὃ καλεῖται Κοπρία. θεμελιώσας δὲ τὰ πλεῖστα τῆς πόλεως μέρη καὶ χωρογραφήσας ἐπέγραψε γράμματα εʹ, τὸ μὲν οὖν Ἀλέξανδρος, τὸ δὲ βασιλεύς, τὸ δὲ γένος, τό δὲ Διός, τὸ δὲ ἔκτισε πόλιν ἀείμνηστον. ὑποζύγια δὲ καὶ ἡμίονοι εἰργάζοντο. καθιδρυμένου δὲ τοῦ ἡρῴου † ἐπὶ ἓν ἐπιστύλιον . . . ἐξεπήδησεν ἀπ´ αὐτοῦ πολλὴ ἴλη 〈ὄφεων〉, καὶ ἑρπύσαντες εἰσέδραμον εἰς τὰς οἰκίας τὰς ἤδη γενομένας δʹ. ἔτι 〈δὲ〉 παρὼν ὁ Ἀλέξανδρος καθίδρυσε Τύβι κεʹ 〈τὴν πόλιν〉 καὶ αὐτὸ τὸ ἡρῷον. ὅθεν καὶ τούτους τοὺς ὄφεις ἐσεβάζοντο οἱ θυρωροὶ ὡς ἀγαθοὺς δαίμονας εἰσιόντας εἰς τὰς οἰκίας. οὐ γάρ ἐστιν ἰοβόλα, ἀλλὰ καὶ τὰ δοκοῦντα εἶναι ἰοβόλα ἀπελαύνουσι. καὶ θυσία τελεῖται αὐτῷ τῷ ἥρωι 〈ὡς ὀφιογενεῖ〉. στεφανοῦσι δὲ τὰ κτήνη, ἀνάπαυσιν αὐτοῖς παρεχόμενοι διὰ τὸ συνεργῆσαι ἀχθοφοροῦντα εἰς τὴν καθίδρυσιν τῆς πόλεως. ἐκέλευσε δὲ ὁ Ἀλέξανδρος τοῖς φύλαξι τῶν οἴκων σῖτον δοθῆναι· οἱ δὲ λαβόντες ἀλήσαντες καὶ ἀθηροποιησάμενοι τὴν † ἡμέραν τοῖς ἐνοικοῦσι † θάλλον διδόασιν. ὅθεν καὶ μέχρι τοῦ δεῦρο τοῦτον τὸν νόμον φυλάττουσι παρ´ Ἀλεξανδρεῦσι, Τύβι κεʹ τὰ μὲν κτήνη στεφανοῦσθαι, θυσιάζεσθαι δὲ τοῖς ἀγαθοῖς δαίμοσι τοῖς προνοουμένοις τῶν οἰκιῶν καὶ διαδόσεις τῶν ἀθηρῶν ποιεῖσθαι.