Alexandra 31-6, 470-8, 951-5 (ii BC)
Lycophron presents obscure but intriguing references to the Sea-Monster-of-Troy tale in an artful Hellenistic poem.
31-6:
αἰαῖ, τάλαινα θηλαμών, κεκαυμένη
καὶ πρόσθε μὲν πεύκαισιν οὐλαμηφόροις
τριεσπέρου λέοντος, ὅν ποτε γνάθοις
Τρίτωνος ἠμάλαψε κάρχαρος κύων:
ἔμπνους δὲ δαιτρὸς ἡπάτων φλοιδούμενος
τινθῷ λέβητος ἀφλόγοις ἐπ᾽ ἐσχάραις
σμήριγγας ἐστάλαξε κωδείας πέδῳ.
470-8:
ἣν δή ποτ᾽, ἐν ῥήτραισι δημοτῶν σταθείς,
γλαυκῷ κελαινὸν δόρπον ὤτρυνεν κυνὶ
στεῖλαι τριπλᾶς θύγατρας ὁ σπείρας βάβαξ,
τῷ πᾶσαν ἅλμῃ πηλοποιοῦντι χθόνα,
ὅταν κλύδωνας ἐξερεύγηται γνάθων,
λάβρῳ σαλεύων πᾶν τρικυμίᾳ πέδον.
ὁ δ᾽ ἀντὶ πιποῦς σκορπίον λαιμῷ σπάσας
Φόρκῳ κακῆς ὠδῖνος ἔκλαυσεν βάρος,
χρῄζων πυθέσθαι πημάτων ξυμβουλίαν.
951-5:
ἄλλοι δ᾽ ἐνοικήσουσι Σικανῶν χθόνα,
πλαγκτοὶ μολόντες, ἔνθα Λαυμέδων τριπλᾶς
ναύταις ἔδωκε Φοινοδάμαντος κόρας,
ταῖς κητοδόρποις συμφοραῖς δεδηγμένος.