Pindar

Nemean 1.33-59 (soon after 476 BC)

In his first Nemean Ode, Pindar presents the earliest account of infant Heracles’ battle against the pair of dragons sent by Hera.

ἐγὼ δ᾽ Ἡρακλέος ἀντέχομαι προφρόνως,
ἐν κορυφαῖς ἀρετᾶν μεγάλαις ἀρχαῖον ὀτρύνων λόγον,
ὡς, ἐπεὶ σπλάγχνων ὕπο ματέρος αὐτίκα θαητὰν ἐς αἴγλαν παῖς Διὸς
ὠδῖνα φεύγων διδύμῳ σὺν κασιγνήτῳ μόλεν,
ὡς οὐ λαθὼν χρυσόθρονον
Ἥραν κροκωτὸν σπάργανον ἐγκατέβα:
ἀλλὰ θεῶν βασιλέα
σπερχθεῖσα θυμῷ πέμπε δράκοντας ἄφαρ.
τοὶ μὲν οἰχθεισᾶν πυλᾶν
ἐς θαλάμου μυχὸν εὐρὺν ἔβαν, τέκνοισιν ὠκείας γνάθους
ἀμφελίξασθαι μεμαῶτες: ὁ δ᾽ ὀρθὸν μὲν ἄντεινεν κάρα, πειρᾶτο δὲ πρῶτον μάχας,
δισσαῖσι δοιοὺς αὐχένων
μάρψαις ἀφύκτοις χερσὶν ἑαῖς ὄφιας:
ἀγχομένοις δὲ χρόνος
ψυχὰς ἀπέπνευσεν μελέων ἀφάτων.
ἐκ δ᾽ ἄρ᾽ ἄτλατον δέος
πλᾶξε γυναῖκας, ὅσαι τύχον Ἀλκμήνας ἀρήγοισαι λέχει:
καὶ γὰρ αὐτά, ποσσὶν ἄπεπλος ὀρούσαισ᾽ ἀπὸ στρωμνᾶς, ὅμως ἄμυνεν ὕβριν κνωδάλων.
ταχὺ δὲ Καδμείων ἀγοὶ χαλκέοις ἀθρόοι σὺν ὅπλοις ἔδραμον:
ἐν χερὶ δ᾽ Ἀμφιτρύων κολεοῦ γυμνὸν τινάσσων φάσγανον
ἵκετ᾽, ὀξείαις ἀνίαισι τυπείς. τὸ γὰρ οἰκεῖον πιέζει πάνθ᾽ ὁμῶς:
εὐθὺς δ᾽ ἀπήμων κραδία κᾶδος ἀμφ᾽ ἀλλότριον.
ἔστα δὲ θάμβει δυσφόρῳ
τερπνῷ τε μιχθείς. εἶδε γὰρ ἐκνόμιον
λῆμά τε καὶ δύναμιν
υἱοῦ παλίγγλωσσον δέ οἱ ἀθάνατοι
ἀγγέλων ῥῆσιν θέσαν.

DSS no. 19. Translation can be found here.