Theocritus

Theocritus 24.10-33, 56-9, 82-100 (270’s BC)

24.10-33:

ἆμος δὲ στρέφεται μεσονύκτιον ἐς δύσιν ἄρκτος
᾿Ωρίωνα κατ᾽ αὐτόν, ὁ δ᾽ ἀμφαίνει μέγαν ὦμον,
τᾶμος ἄρ᾽ αἰνὰ πέλωρα δύω πολυμήχανος ῞Ηρη
κυανέαις φρίσσοντας ὑπὸ σπείραισι δράκοντας
ὦρσεν ἐπὶ πλατὺν οὐδόν, ὅθι σταθμὰ κοῖλα θυράων
εἶκεν, ἀπειλήσασα φαγεῖν βρέφος ῾Ηρακλῆα.
τὼ δ᾽ ἐξειληθέντες ἐπὶ χθονὶ γαστέρας ἄμφω
αἱμοβόρους ἐκύλιον: ἀπ᾽ ὀφθαλμῶν δὲ κακὸν πῦρ
ἐρχομένοις λάμπεσκε, βαρὺν δ᾽ ἐξέπτυον ἰόν.
ἀλλ᾽ ὅτε δὴ παίδων λιχμώμενοι ἐγγύθεν ἦνθον,
καὶ τότ᾽ ἄρ᾽ ἐξέγροντο, Διὸς νοέοντος ἅπαντα,
᾿Αλκμήνας φίλα τέκνα, φάος δ᾽ ἀνὰ οἶκον ἐτύχθη.
ἤτοι ὅγ᾽ εὐθὺς ἄυσεν, ὅπως κακὰ θηρί᾽ ἀνέγνω
κοίλου ὑπὲρ σάκεος καὶ ἀναιδέας εἶδεν ὀδόντας,
᾿Ιφικλέης, οὔλαν δὲ ποσὶν διελάκτισε χλαῖναν,
φευγέμεν ὁρμαίνων: ὁ δ᾽ ἐναντίος εἴχετο χερσὶν
῾Ηρακλέης, ἄμφω δὲ βαρεῖ ἐνεδήσατο δεσμῷ,
δραξάμενος φάρυγος, τόθι φάρμακα λυγρὰ κέκρυπται
οὐλομένοις ὀφίεσσιν, ἃ καὶ θεοὶ ἐχθαίροντι.
τὼ δ᾽ αὖτε σπείραισιν ἑλισσέσθην περὶ παῖδα
ὀψίγονον γαλαθηνόν, ὑπὸ τροφῷ αἰὲν ἄδακρυν:
ἂψ δὲ πάλιν διέλυον ἐπεὶ μογέοιεν ἀκάνθας,
δεσμοῦ ἀναγκαίου πειρώμενοι ἔκλυσιν εὑρεῖν.

24.56-9:

ὁ δ᾽ ἐς πατέρ᾽ ᾿Αμφιτρύωνα
ἑρπετὰ δεικανάασκεν, ἐπάλλετο δ᾽ ὑψόθι χαίρων
κουροσύνᾳ, γελάσας δὲ πάρος κατέθηκε ποδοῖιν
πατρὸς ἑοῦ θανάτῳ κεκαρωμένα δεινὰ πέλωρα.

24.82-100:

δώδεκά οἱ τελέσαντι πεπρωμένον ἐν Διὸς οἰκεῖν
μόχθους, θνητὰ δὲ πάντα πυρὰ Τραχίνιος ἑξεῖ.
γαμβρὸς δ᾽ ἀθανάτων κεκλήσεται, οἳ τάδ᾽ ἐπῶρσαν
κνώδαλα φωλεύοντα βρέφος διαδηλήσασθαι.
ἔσται δὴ τοῦτ᾽ ἆμαρ, ὁπηνίκα νεβρὸν ἐν εὐνᾷ
καρχαρόδων σίνεσθαι ἰδὼν λύκος οὐκ ἐθελήσει.
ἀλλὰ γύναι πῦρ μέν τοι ὑπὸ σποδῷ εὔτυκον ἔστω,
κάγκανα δ᾽ ἀσπαλάθου ξύλ᾽ ἑτοιμάσατ᾽ ἢ παλιούρου
ἢ βάτου ἢ ἀνέμῳ δεδονημένον αὖον ἄχερδον:
καῖε δὲ τώδ᾽ ἀγρίαισιν ἐπὶ σχίζαισι δράκοντε
νυκτὶ μέσᾳ, ὅκα παῖδα κανεῖν τεὸν ἤθελον αὐτοί.
ἦρι δὲ συλλέξασα κόνιν πυρὸς ἀμφιπόλων τις
ῥιψάτω εὖ μάλα πᾶσαν ὑπὲρ ποταμοῖο φέρουσα
ῥωγάδας ἐς πέτρας ὑπερούριον, ἂψ δὲ νέεσθαι
ἄστρεπτος: καθαρῷ δὲ πυρώσατε δῶμα θεείῳ
πρᾶτον, ἔπειτα δ᾽ ἅλεσσι μεμιγμένον, ὡς νενόμισται,
θαλλῷ ἐπιρραίνειν ἐστεμμένῳ ἀβλαβὲς ὕδωρ:
Ζηνὶ δ᾽ ἐπιρρέξαι καθυπερτέρῳ ἄρσενα χοῖρον,
δυσμενέων αἰεὶ καθυπέρτεροι ὡς τελέθοιτε.

DSS no. 20. Translation can be found here.