Bacchae 1330-9, 1355-60 (410-9 BC) and F930 TrGF (450-406 BC)
The transformation of Cadmus and Harmonia into snakes.
1330-9:
Διονυσος
δράκων γενήσῃ μεταβαλών, δάμαρ τε σὴ
ἐκθηριωθεῖσ᾽ ὄφεος ἀλλάξει τύπον,
ἣν Ἄρεος ἔσχες Ἁρμονίαν θνητὸς γεγώς.
ὄχον δὲ μόσχων, χρησμὸς ὡς λέγει Διός,
ἐλᾷς μετ᾽ ἀλόχου, βαρβάρων ἡγούμενος.
πολλὰς δὲ πέρσεις ἀναρίθμῳ στρατεύματι
πόλεις: ὅταν δὲ Λοξίου χρηστήριον
διαρπάσωσι, νόστον ἄθλιον πάλιν
σχήσουσι: σὲ δ᾽ Ἄρης Ἁρμονίαν τε ῥύσεται
μακάρων τ᾽ ἐς αἶαν σὸν καθιδρύσει βίον.
1355-60:
Κάδμος
ἔτι δέ μοι τὸ θέσφατον
ἐς Ἑλλάδ᾽ ἀγαγεῖν μιγάδα βάρβαρον στρατόν.
καὶ τὴν Ἄρεως παῖδ᾽ Ἁρμονίαν, δάμαρτ᾽ ἐμήν,
δράκων δρακαίνης φύσιν ἔχουσαν ἀγρίαν
ἄξω ‘πὶ βωμοὺς καὶ τάφους Ἑλληνικούς,
ἡγούμενος λόγχαισιν.
F930 TrGF:
οἴμοι, δράκων μου γίγνεται τὸ ἥμισυ·
τέκνον, περιπλάκηθι τῷ λοιπῷ πατρί.
DSS no. 77. Translation for Bacchae can be found here; fragment translation can be found here.