Phoenissae

Phoenissae 638-48, 657-75, 818-21, 931-41, 1006-12, 1060-6 (410-9 BC)

Early light is shed on the Dragon of Ares.

638-48:

Κάδμος ἔμολε τάνδε γᾶν
Τύριος, ᾧ τετρασκελὴς
μόσχος ἀδάματον πέσημα
δίκε τελεσφόρον διδοῦσα
χρησμόν, οὗ κατοικίσαι
πεδία νιν τὸ θέσφατον
πυροφόρα δόμων ἔχρη,
καλλιπόταμος ὕδατος ἵνα τε
νοτὶς ἐπέρχεται γύας,
Δίρκας χλοηφόρους
καὶ βαθυσπόρους γύας.

657-75:

ἔνθα φόνιος ἦν δράκων
Ἄρεος ὠμόφρων φύλαξ
νάματ᾽ ἔνυδρα καὶ ῥέεθρα
χλοερὰ δεργμάτων κόραισι
πολυπλάνοις ἐπισκοπῶν:
ὃν ἐπὶ χέρνιβας μολὼν
Κάδμος ὄλεσε μαρμάρῳ:
κρᾶτα φόνιον ὀλεσίθηρος
ὠλένας δικὼν βολαῖς,
δίας ἀμάτορος δ᾽
ἐς βαθυσπόρους γύας
γαπετεῖς δικὼν ὀδόν-
τας Παλλάδος φραδαῖσιν:
ἔνθεν ἐξανῆκε γᾶ
πάνοπλον ὄψιν ὑπὲρ ἄκρων
ὅρων χθονός: σιδαρόφρων
δέ νιν φόνος πάλιν ξυνῆψε γᾷ φίλᾳ.
αἵματος δ᾽ ἔδευσε γαῖαν, ἅ νιν εὐηλίοισι
δεῖξεν αἰθέρος πνοαῖς.

818-21:

ἔτεκες, ὦ Γαῖ᾽, ἔτεκές ποτε,
βάρβαρον ὡς ἀκοὰν ἐδάην ἐδάην ποτ᾽ ἐν οἴκοις,
τὰν ἀπὸ θηροτρόφου φοινικολόφοιο δράκοντος
γένναν ὀδοντοφυῆ, Θήβαις κάλλιστον ὄνειδος.

931-41:

δεῖ τόνδε θαλάμαις, οὗ δράκων ὁ γηγενὴς
ἐγένετο Δίρκης ναμάτων ἐπίσκοπος,
σφαγέντα φόνιον αἷμα γῇ δοῦναι χοὰς
Κάδμου, παλαιῶν Ἄρεος ἐκ μηνιμάτων,
ὃς γηγενεῖ δράκοντι τιμωρεῖ φόνον.
καὶ ταῦτα δρῶντες σύμμαχον κτήσεσθ᾽ Ἄρη.
χθὼν δ᾽ ἀντὶ καρποῦ καρπὸν ἀντί θ᾽ αἵματος
αἷμ᾽ ἢν λάβῃ βρότειον, ἕξετ᾽ εὐμενῆ
γῆν, ἥ ποθ᾽ ἡμῖν χρυσοπήληκα στάχυν
σπαρτῶν ἀνῆκεν: ἐκ γένους δὲ δεῖ θανεῖν
τοῦδ᾽, ὃς δράκοντος γένυος ἐκπέφυκε παῖς.

1006-12:

μὰ τὸν μετ᾽ ἄστρων Ζῆν᾽ Ἄρη τε φοίνιον,
ὃς τοὺς ὑπερτείλαντας ἐκ γαίας ποτὲ
Σπαρτοὺς ἄνακτας τῆσδε γῆς ἱδρύσατο.
ἀλλ᾽ εἶμι καὶ στὰς ἐξ ἐπάλξεων ἄκρων
σφάξας ἐμαυτὸν σηκὸν ἐς μελαμβαθῆ
δράκοντος, ἔνθ᾽ ὁ μάντις ἐξηγήσατο,
ἐλευθερώσω γαῖαν.

1060-6:

γενοίμεθ᾽ ὧδε ματέρες
γενοίμεθ᾽ εὔτεκνοι, φίλα
Παλλάς, ἃ δράκοντος αἷμα
λιθόβολον κατειργάσω,
Καδμείαν μέριμναν
ὁρμήσασ᾽ ἐπ᾽ ἔργον,
ὅθεν ἐπέσυτο τάνδε γαῖαν
ἁρπαγαῖσι δαιμόνων τις ἄτα.

DSS no. 76. Translation can be found here.