Nonnus

Dionysiaca 4.348-463 (v AD)

An expansive account of Cadmus’ battle with the dragon, from the end of antiquity.

καὶ βοὸς ὀμφήεσσα χαμευνάδος ὤκλασε χηλὴ
ἄστεος ἐσσομένοιο προάγγελος. ἀλλ᾽ ὅτε Κάδμῳ
Πύθιον οὐδαίης ἐτελείετο θέσφατον ἠχοῦς,
βοῦν ἱερὴν θυόεντι διαστήσας παρὰ βωμῷ
δίζετο πηγαίων ὑδάτων χύσιν, ὄφρα καθήρῃ
μαντιπόλους ἕο χεῖρας, ἐπισπείσῃ δὲ θυηλαῖς
ἁγνὸν ὕδωρ: οὔ πω γὰρ ἐν οἰνοφύτοισιν ἀλωαῖς
ἁβρὸς ἀεξομένης ἀνεφαίνετο καρπὸς ὀπώρης.
καὶ πόδας ἐστήριξε δρακοντοβότῳ παρὰ Δίρκῃ:
στῆ δὲ ταφών, ὅθι λοξὰ φανεὶς ὀφιώδεϊ δεσμῷ
Ἄρεος αἰολόνωτος ὄφις μιτρώσατο πηγήν,
καὶ στρατὸν ἐπτοίησεν, ὅσος πολὺς ἕσπετο Κάδμῳ:
τὸν μὲν ὑπὸ στέρνοισι δακὼν χαροποῖσι γενείοις,
τὸν δὲ δαφοινήεντι τυχὼν ἐχάραξεν ὀδόντι,
ἄλλου μαρναμένοιο βιοσσόον ἧπαρ ἀμύξας
θῆκε νέκυν: ψαφαρὴ δὲ κατ᾽ αὐχένος ἔρρεε χαίτη
αὐτομάτη, πλαδαροῖο διειλυαθεῖσα καρήνου:
ἄλλον ἀνεπτοίησε θορὼν ὑπὲρ ἄντυγα κόρσης
ἀνδρομέης, ἑτέρου δὲ διέτρεχεν ἀνθερεῶνος
ἄσχετος, ἰοβόλῳ δὲ βαλὼν ὀφθαλμὸν ἐέρσῃ
μαρμαρέην ἤχλυσε μεμυκότος ὄμματος αἴγλην:
ἄλλου ταρσὸν ἔμαρψε, χαρασσόμενον δὲ γενείῳ
εἶχε δακών, καὶ χλωρὸν ἀνήρυγεν ἀφρὸν ὀδόντων
εἰς δέμας ἠιθέοιο, πελιδναίῳ δὲ σιδήρῳ
ἰσοφυὴς χλοάοντι διεψύχθη δέμας ἰῷ:
ἄλλου φυσιόωντος ὑπὸ πληγῇσι γενείων
ἀσταθέες μήνιγγες ἐκυμαίνοντο καρήνου
δήγματι φαρμακόεντι, δι᾽ ἐγκεφάλου δὲ χυθέντος
μυδαλέῳ μυκτῆρι κατάσσυτος ἔρρεεν ἰχώρ.
καὶ ταχὺς ἀμφιέλικτος ἐπὶ κνήμῃσιν ἀνέρπων
Κάδμον ἀπειλητῆρι δράκων ἐζώσατο δεσμῷ,
καὶ δέμας ὀρθώσας μελέων ἐπιβήτορι παλμῷ
ταυρείης περίκυκλον ἐς ὀμφαλὸν ἆλτο βοείης:
καὶ σκολιαῖς ἑλίκεσσι πόδας μιτρούμενος ἀνὴρ
ὁλκαίῃ βαρύδεσμος ἐχιδναίῃ κάμε σειρῇ,
φόρτον ἔχων δασπλῆτα, βαρυνόμενον δὲ φορῆα
ὄρθιον ἑστηῶτα κατέσπασεν εἰς πέδον ἕλκων,
καὶ στόμα πικρὸν ἔλυσε, δυσηλεγέος δὲ χανόντος
φοίνιος ὠμοβόρου πυλεὼν εὐρύνετο λαιμοῦ,
καὶ κεφαλὴν δόχθωσε, τινασσομένου δὲ καρήνου
ὑψιτενὴς ἐλέλικτο μέσος κυρτούμενος αὐχήν.
ἀλλ᾽ ὅτε Κάδμος ἔκαμνε, τότε σχεδὸν ἦλθεν Ἀθήνη
ἐσσομένης δονέουσα προάγγελον αἰγίδα νίκης
Γοργείῳ κομόωσαν ἐχιδνήεντι καρήνῳ,
καί οἱ ἀτυζομένῳ λαοσσόος ἴαχε δαίμων:
‘Κάδμε, Γιγαντοφόνοιο Διὸς συνάεθλε κυδοιμοῦ,
δειμαίνεις ἕνα μοῦνον ἰδὼν ὄφιν; ἐν δὲ κυδοιμοῖς
σοὶ πίσυνος Τυφῶνα κατεπρήνιξε Κρονίων
τοσσατίοις κομόωντα δρακοντείοισι καρήνοις.
παύεο θηρείων τρομέων συριγμὸν ὀδόντων:
Παλλὰς ἐποτρύνει σε, καὶ οὐ φονίῃ παρὰ Δίρκῃ
ῥύσεται ἑρπηστῆρα φυλάκτορα χάλκεος Ἄρης.
ἀλλά, καταφθιμένοιο λαβὼν δασπλῆτας ὀδόντας
θηρός, ἐχιδνήεντι περισπείρας χθόνα καρπῷ
κεῖρε Γιγαντείης ὀφιώδεα λήια χάρμης,
γηγενέων δὲ φάλαγγας ἑνὶ ξύνωσον ὀλέθρῳ
πέντε λιπὼν ζώοντας: ἐπεσσομένῃσι δὲ Θήβαις
σπαρτῶν ἀγλαόκαρπος ἀνασταχύοιτο γενέθλη.’
ὣς φαμένη θάρσυνε τεθηπότα Κάδμον Ἀθήνη,
καὶ βαθὺν ἠνεμόεντι κατέγραφεν ἠέρα ταρσῷ,
δυσαμένη Διὸς οἶκον. ὁ δὲ τραφερῇ παρὰ βώλῳ
μάρμαρον εὐρυάλωος ἐύτροχον οὖρον ἀρούρης
ἵστατο κουφίζων κραναὸν βέλος, ἰθυπόρῳ δὲ
ἄκρα δρακοντείοιο καρήατος ἔθλασε πέτρῳ:
θηγαλέην δὲ μάχαιραν ἐρυσσάμενος παρὰ μηροῦ
αὐχένα θηρὸς ἔτεμνεν: ἀπαμηθεῖσα δὲ κόρση
σώματος ἐκτὸς ἔμιμνε, κυλινδομένη δὲ κονίῃ
ἠθάδα κύκλον ἕλισσε παλίλλυτον ἄστατος οὐρή,
καὶ δαπέδῳ τετάνυστο δράκων νέκυς. ἀμφὶ δὲ νεκρῷ
θοῦρος Ἄρης βαρύμηνις ἀνέκραγε: χωομένου δὲ
Κάδμος ἀμειβομένων μελέων ἑλικώδεϊ μορφῇ
ἀλλοφυὴς ἤμελλε παρ᾽ Ἰλλυρίδος σφυρὰ γαίης
ξεῖνον ἔχειν ἴνδαλμα δρακοντείοιο προσώπου.
ἀλλὰ τὰ μὲν πέπρωτο μετὰ χρόνον. αὐτὰρ ὁ μέσσῃ
χαλκείῃ κυνέῃ συνελέξατο καρπὸν ὀλέθρου,
θηρείων γενύων βλοσυρὸν θέρος: ἐνδαπίης δὲ
Παλλάδος ὑβὸν ἄροτρον ἀπ᾽ ὀργάδος εἰς χθόνα σύρων
καὶ χαροπῆς ἀρόσας πολεμητόκον αὔλακα γαίης
ἰοβόλων ἔσπειρε πολύστιχον ὄγμου ὀδόντων.
καὶ στάχυς αὐτολόχευτος ἀνηέξητο Γιγάντων,
ὧν ὁ μὲν ὑψικάρηνος ἀνέδραμεν ἄκρα τιταίνων
στήθεος εὐθώρηκος, ὁ δὲ προθορόντι καρήνῳ
φρικτὸν ἀνοιγομένης ὑπερέσχεθεν ὦμον ἀρούρης:
ἄλλος ἄνω προύκυψεν ἐς ὀμφαλόν, ὃς δ᾽ ἐπὶ γαίῃ
ἡμιτελὴς ἀνέτελλε πεδοτρεφὲς ὅπλον ἀείρων:
ἄλλος ὑπερκύπτοντα λόφον προβλῆτα τιταίνων
οὔ πω στέρνον ἔφαινε, καὶ εἰσέτι μητρὸς ἀνέρπων
ἐκ λαγόνων κατὰ βαιὸν ἀταρβέι μάρνατο Κάδμῳ
τεύχεσιν αὐτοφύτοις κεκορυθμένος: ἆ μέγα θαῦμα,
ὥπλισεν Εἰλείθυια, τὸν οὐ μαιώσατο μήτηρ:
καί τις ἀνηκόντιζεν ὁμόγνιον ἔγχος ἀφάσσων
ἡμιφανής, ὁ δὲ κοῦφος ὅλον δέμας εἰς φάος ἕλκων
ἄκρα ποδῶν ἀτέλεστα πεπηγότα λεῖπεν ἀρούρῃ.
οὐ μὲν ἐφημοσύνης ἐπελήσατο Κάδμος Ἀθήνης,
ἀλλὰ παλιμφυέων καλάμην ἤμησε Γιγάντων:
τὸν μὲν ὑπὲρ μαζοῖο βαλὼν ἀνεμώδεϊ λόγχῃ,
τὸν δὲ κατὰ κληῖδα παρὰ πλατὺν αὐχένα τύψας
ὀστέα λαχνήεντος ἀνέσχισεν ἀνθερεῶνος:
ἄλλον ἀκοντιστῆρι βαλὼν ἐχαράξατο πέτρῳ
γαστέρος ἄχρι φανέντα: καὶ αἵματος αἰνογιγάντων
ἐκχυμένου ποταμηδὸν Ἄρης ὠλίσθανε λύθρῳ
φοινίξας ἑὰ γυῖα, παρισταμένης δὲ κυδοιμῷ
πορφυρέῃ ῥαθάμιγγι χιτὼν ἐρυθαίνετο Νίκης.
ἄλλου μαρναμένοιο παρ᾽ ἰσχίον ἄορι τύψας
συμφυέος διέκερσε σὺν ἰξύι νῶτα βοείης.
καὶ φόνος ἄσπετος ἔσκε: δαϊζομένων δὲ Γιγάντων
λοίγιος αἱμαλέης ἀνεκήκιεν αὐλὸς ἐέρσης
ἄορι θεινομένων. ὁ δὲ Παλλάδος ἔμφρονι βουλῇ
γηγενέων τινὰ πέτρον ἐπῃώρησε καρήνων:
οἱ δὲ δαφοινήεντι πόθῳ μεθύοντες Ἐνυοῦς
Ἄρεϊ βακχεύθησαν, ὁμογνήτῳ δὲ σιδήρῳ
ἀλλήλων ὀλετῆρες ἐτυμβεύοντο κονίῃ.
ἄλλῳ δ᾽ ἄλλος ἔριζεν: ἐρευθιόωντι δὲ λύθρῳ
στικτὰ διαινομένης ἐμελαίνετο νῶτα βοείης
γηγενέος κταμένοιο: κατουδαίης δὲ μαχαίρης
γνωτοφόνῳ γλωχῖνι δαΐζετο καρπὸς ἀρούρης.

DSS no. 79. Translation can be found here.