De Incredibilibus 3 (c.300 BC)
The Dragon of Ares and the Spartoi rationalised.
Λόγος τις ἀρχαῖος λέγει ὡς ὁ Κάδμος ὄφιν ἀπο-
κτείνας καὶ ἐκλέξας τοὺς ὀδόντας ἔσπειρεν ἐν τῇ ἰδίᾳ
γῇ· ἔπειτα ἐξέφυσαν ἄνδρες τε καὶ ὅπλα. εἰ δὲ τοῦτο
ἦν ἀληθές, οὐδεὶς ἀνθρώπων ἄλλο τι ἂν ἔσπειρεν ἢ
ὀδόντας ὄφεων· καὶ εἰ μὴ ἐν ἄλλῃ γῇ ἐφύετο, ἀλλ’
οὖν τέως ἐν ἐκείνῃ τῇ γῇ ἐσπείρετο ἐν ᾗ καὶ πρώην
ἐφύετο. τὸ ἀληθὲς οὖν ἐστι τοῦτο. Κάδμος ἀνὴρ τὸ
γένος Φοῖνιξ ἀφίκετο εἰς Θήβας, πρὸς τὸν ἀδελφὸν
Φοίνικα ἁμιλλησόμενος περὶ τῆς βασιλείας. ἦν δὲ
βασιλεὺς τότε Θηβῶν Δράκων Ἄρεως παῖς, ἔχων
ἄλλα τε πολλὰ ὅσα βασιλεύς, καὶ δὴ καὶ ὀδόντας
ἐλεφάντων. τοῦτον ὁ Κάδμος ἀποκτείνας αὐτὸς ἐβα-
σίλευσεν· οἱ δὲ φίλοι τοῦ Δράκοντος ἐπολέμουν αὐτῷ,
καὶ οἱ παῖδες αὐτοῦ συνέστησαν τῷ Κάδμῳ. οἱ οὖν
φίλοι τοῦ Δράκοντος, ἐπεὶ ἥττονες ἐγένοντο τῇ μάχῃ,
ἁρπάσαντες τὰ χρήματα τοῦ Κάδμου καὶ τοὺς ἐλεφαν-
τίνους ὀδόντας κειμένους ἐν τῷ ἱερῷ, ᾤχοντο φεύγοντες
εἰς τὴν οἰκείαν· ἄλλοι δὲ ἀλλαχῆ διεσπάρησαν, οἱ μὲν
εἰς τὴν Ἀττικήν, οἱ δὲ εἰς τὴν Πελοπόννησον καὶ Φω-
κίδα καὶ Λοκρίδα. ἐντεῦθεν ὁρμώμενοι ἐπολέμουν τοῖς
Θηβαίοις, καὶ ἦσαν ἀργαλέοι πολεμισταί, ὁμόγλωσσοι
ὄντες καὶ ἐπιστάμενοι τὰ χωρία. ἐπεὶ οὖν τοὺς ὀδόντας
διαρπάσαντες ἔφυγον, ταῦτα ἔλεγον οἱ πολῖται „τοιαῦτα
κακὰ ἡμᾶς ὁ Κάδμος εἰργάσατο Δράκοντα ἀποκτείνας·
ἐκ γὰρ τῶν ἐκείνου ὀδόντων πολλοὶ καὶ ἀγαθοὶ
ἄνδρες γενόμενοι σπαρτοὶ καταγωνίζονται ἡμᾶς.“
τούτου τοῦ πράγματος ἀληθινοῦ γενομένου ὁ μῦθος
προσανεπλάσθη.
DSS no. 80.