Metamorphoses 8 Lamia or Sybaris (ii AD)
Eurybatus throws Lamia-Sybaris off Mount Cirphis.
[Ἱστορεῖ Νίκανδρος Ἑτεροιουμένων δʹ]
Παρὰ τὰ σφυρὰ τοῦ Παρνασσοῦ πρὸς νότον ὄρος
ἐστίν, ὃ καλεῖται Κίρφις, παρὰ τὴν Κρῖσαν, καὶ ἐν αὐτῷ
ἐστιν ἔτι νῦν σπήλαιον ὑπερμέγεθες, ἐν ᾧ θηρίον ᾤκει
μέγα καὶ ὑπερφυές, καὶ αὐτὸ Λάμιαν, οἱ δὲ Σύβαριν
ὠνόμαζον. Τοῦτο καθ’ ἡμέραν ἑκάστην τὸ θηρίον
ἐπιφοιτῶν ἀνήρπαζεν ἐκ τῶν ἀγρῶν τὰ θρέμματα καὶ τοὺς
ἀνθρώπους. Ἤδη δὲ τῶν Δελφῶν βουλευομένων ὑπὲρ
ἀναστάσεως καὶ χρηστηριαζομένων εἰς ἥντινα παρέσονται
χώραν, ὁ θεὸς ἀπόλυσιν ἐσήμανε τῆς συμφορᾶς, εἰ
μένοντες ἐθέλοιεν ἐκθεῖναι παρὰ τῷ σπηλαίῳ ἕνα κοῦρον
τῶν πολιτῶν. Κἀκεῖνοι καθάπερ ὁ θεὸς εἶπεν ἐποίουν.
Κληρουμένων δ’ ἔλαχεν Ἀλκυονεὺς ὁ Διόμου καὶ Μεγα-
νείρης παῖς, μονογενὴς ὢν τῷ πατρὶ καὶ καλὸς καὶ κατὰ
τὴν ὄψιν καὶ <κατὰ> τὸ τῆς ψυχῆς ἦθος. Καὶ οἱ
μὲν ἱερεῖς τὸν Ἀλκυονέα στέψαντες ἀπῆγον εἰς τὸ τῆς
Συβάριδος σπήλαιον, Εὐρύβατος δὲ κατὰ δαίμονα ἐκ τῆς
Κουρήτιδος ἀπιὼν ὁ Εὐφήμου παῖς, γένος μὲν ἔχων
<ἀπ’> Ἀξιοῦ τοῦ ποταμοῦ, νέος δ’ ὢν καὶ γενναῖος,
ἐνέτυχεν ἀγομένῳ τῷ παιδί. Πληγεὶς <δ’> ἔρωτι
καὶ πυθόμενος καθ’ ἥντινα πρόφασιν ἔρχονται, δεινὸν
ἐποιήσατο μὴ οὐκ ἀμῦναι πρὸς δύναμιν, ἀλλὰ περιιδεῖν
οἰκτρῶς ἀναιρεθέντα τὸν παῖδα. Περισπάσας οὖν
ἀπὸ τοῦ Ἀλκυονέως τὰ στέμματα καὶ αὐτὸς ἐπὶ τὴν
κεφαλὴν ἐπιθέμενος ἐκέλευεν ἀπάγειν ἑαυτὸν ἀντὶ τοῦ
παιδός. Ἐπεὶ δὲ αὐτὸν οἱ ἱερεῖς ἀπήγαγον εἰς <τὸ σπή-
λαιον, εἰσ>δραμὼν καὶ τὴν Σύβαριν ἐκ τῆς κοίτης
συναρπάσας παρήνεγκεν εἰς ἐμφανὲς καὶ κατὰ τῶν πετρῶν
ἔρριψεν. Ἡ δὲ καταφερομένη προσέκρουσε τὴν
κεφαλὴν παρὰ τὰ σφυρὰ τῆς Κρίσης.
Καὶ αὐτὴ μὲν ἐκ τοῦ τραύματος ἀφανὴς ἐγένετο, ἐκ δὲ τῆς πέτρας ἐκείνης
ἀνεφάνη πηγή, καὶ αὐτὴν οἱ ἐπιχώριοι καλοῦσι Σύβαριν·
ἐκ δὲ ταύτης καὶ Λοκροὶ πόλιν ἐν Ἰταλίᾳ Σύβαριν ἔκτισαν.