Heraclitus

De Incredibilibus 34 (ii AD)

Rationalising the archetypal Lamia.

Ἱστοροῦσιν ὅτι, Διὸς αὐτῇ συμμιγέντος, Ἥρα ἀπε-
θηρίωσεν αὐτήν, καὶ ὅτι ἡνίκα ἂν μανῇ, τοὺς ὀφθαλ-
μοὺς ἐξαιρεῖ καὶ εἰς κοτύλην βάλλει, καὶ ὅτι σαρκο-
φαγεῖ καὶ ἀνθρώπους ἐσθίει. εἴη δ’ ἂν τάδε. καλῇ
αὐτῇ οὔσῃ ὁ Ζεὺς ἐπλησίασε βασιλεύων, Ἥρα δὲ
συναρπάζουσα αὐτήν, τοὺς ὀφθαλμοὺς ἐξώρυξε καὶ εἰς
τὰ ὄρη ἔρριψεν· ὅθεν ἐπιπόνως ἔζη ἐπικουρουμένη
δὲ οὐδέν· <διὰ δὲ τὸ> ὑπὸ ταῖς ἐρημίαις καταγινο-
μένην αὐτὴν ἄλουτον καὶ ἀθεράπευτον εἶναι, ἐδόκει
θηρίον ὑπάρχειν.

DSS no. 69.