Pherecydes

F11 (c.454 BC)

Pherecydes presents an early summary of Perseus’ mission to take the head of Medusa.

Περσέως ἐν Σερίφωι μετὰ τῆς μητρὸς διάγοντος παρὰ Δίκτυι καὶ ἡβήσαντος <ἤδη>, Πολυδέκτης ὁ Δίκτυος ὁμομήτριος <ἀδελφὸς> βασιλεὺς Σερίφου τυγχάνων ἰδὼν τὴν Δανάην ἠράσθη αὐτῆς, ἠπόρει δὲ συγκοιμηθῆναι. καὶ παρασκευάσας ἄριστον ἐκάλει ἄλλους τε πολλοὺς καὶ αὐτὸν Περσέα. Περσέως δὲ πυθομένου ἐπὶ τίνι ὁ ἔρανος εὐωχεῖται, τοῦ δὲ φήσαντος ἐπὶ ἵππωι, Περσεὺς εἶπεν ἐπὶ τῆι τῆς Γοργόνος κεφαλῆι. μετὰ δὲ τὸν ἔρανον τῆι ἑξῆς ἡμέραι, ὅτε οἱ ἄλλοι ἐρανισταὶ τὸν ἵππον ἀπεκόμιζον, καὶ Περσεύς. ὁ δὲ οὐκ ἐδεχετο, ἀπήιτει δὲ τὴν τῆς Γοργόνος κεφαλὴν κατὰ τὴν ὑπόσχεσιν. ἐὰν δὲ μὴ κομίσηι, τὴν μητέρα αὐτοῦ λήψεσθαι ἔφη. ὁ δὲ ἀνιαθεὶς ἀπέρχεται ὀλοφυρόμενος τὴν συμφορὰν εἰς τὸ ἔσχατον τῆς νήσου. ῾Ερμῆς δὲ αὐτῶι ὀφθεὶς καὶ πεῦσιν αὐτῶι προσαγαγὼν μανθάνει τὴν αἰτίαν τοῦ θρήνου. ὁ δὲ ἡγεῖται θαρρεῖν εἰπὼν πρῶτον παρὰ τοῦ Φόρκου Γραίας, Πεμφρηδώ καὶ ᾽Ενυὼ καὶ Δεινώ, ᾽Αθηνᾶς φθασάσης, καὶ αὐτῶν ὑφαιρεῖται τὸν ὀφθαλμὸν καὶ τὸν ὄδοντα ὀρεγουσῶν ἀλλήλαις. αἱ δὲ αἰσθανόμεναι βοῶσιν καὶ ἱκετεύουσι τὸν ὀφθαλμὸν καὶ τὸν ὄδοντα ἀποδοῦναι· ἑνὶ γὰρ αἱ τρεῖς ἐκ διαδοχῆς ἐκέχρηντο. ὁ δὲ Περσεύς φησιν αὐτὸς ἔχειν καὶ ἀποδώσειν, ἐὰν αὐτῶι ὑποδείξωσι τὰς νύμφας, αἳ ἔχουσι τὴν ῎Αιδος κυνέην καὶ τὰ πέδιλα τὰ ὑπόπτερα καὶ τὴν κίβισιν. αἱ δὲ αὐτῶι φράζουσι, καὶ ὁ Περσεὺς ἀποδίδωσι. καὶ ἀπελθὼν πρὸς τὰς νύμφας σὺν ῾Ερμῆι, αἰτήσας τε καὶ λαβὼν ὑποδεσμεῖται τὰ ὑπόπτερα πέδιλα καὶ τὴν κίβισιν περιβάλλει κατὰ τῶν ὤμων καὶ τὴν ῎Αιδος κυνῆν τῆι κεφαλῆι περιτίθησιν. εἶτα ἔρχεται πετόμενος πρὸς τὸν ὠκεανὸν καὶ τὰς Γοργόνας, συνεπομένων αὐτῶι ῾Ερμοῦ τε καὶ ᾽Αθηνᾶς. ταύτας δὲ κοιμωμένας εὑρίσκει. ὑποτίθενται δὲ αὐτῶι οὗτοι οἱ θεοὶ πῶς χρὴ τὴν κεφαλὴν ἀποτεμεῖν ἀπεστραμμένον, καὶ δεικνύουσι Μέδουσαν, ἣ μόνη ἦν θνητὴ τῶν Γοργόνων. ὁ δὲ πλησίον γενόμενος ἀποτέμνει, καὶ ἐνθεὶς εἰς τὴν κίβισιν φεύγει. αἱ δὲ αἰσθόμεναι διώκουσι καὶ αὐτὸν οὐχ ὁρῶσιν. Περσεὺς δὲ εἰς Σέριφον γενόμενος ἔρχεται παρὰ Πολυδέκτην καὶ κελεύει συναθροῖσαι τὸν λαόν, ὅπως δείξηι αὐτοῖς τὴν τῆς Γοργόνος κεφαλήν, εἰδὼς ὅτι ἐὰν ἴδωσιν λίθοι ἔμελλον ἔσεσθαι. ὁ δὲ Πολυδέκτης ἀολλίσας τὸν ὄχλον κελεύει αὐτὸν δεικνύειν. ὁ δὲ ἀποστρεφόμενος ἐξαιρεῖ ἐκ τῆς κιβίσεως καὶ δείκνυσιν. οἱ δὲ ἰδόντες λίθοι ἐγένοντο. ἡ δὲ ᾽Αθηνᾶ παρὰ Περσέως λαβοῦσα τὴν κεφαλὴν ἐντίθησιν εἰς τὴν ἑαυτῆς αἰγίδα. τὴν δὲ κίβισιν ῾Ερμῆς ἀποδίδωσι καὶ τὰ πέδιλα καὶ τὴν κυνῆν ταῖς νύμφαις.

DSS no. 54.