Alexandra 834-46 (early ii BC)
Perseus enters the sea monster’s mouth to attack its liver.
ἐπόψεται δὲ τύρσιας Κηφηίδας
καὶ Λαφρόου λακτίσμαθ᾽ Ἑρμαίου ποδὸς
δισσάς τε πέτρας, κέπφος αἷς προσήλατο
δαιτὸς χατίζων. ἀντὶ θηλείας δ᾽ ἔβη
τὸν χρυσόπατρον μόρφνον ἁρπάσας γνάθοις,
τὸν ἡπατουργὸν ἄρσεν᾽ ἀρβυλόπτερον.
πεφήσεται δὲ τοῦ θεριστῆρος ξυρῷ
φάλαινα δυσμίσητος ἐξινωμένη,
ἱπποβρότους ὠδῖνας οἴξαντος τόκων
τῆς δειρόπαιδος μαρμαρώπιδος γαλῆς:
ὃς ζῳοπλαστῶν ἄνδρας ἐξ ἄκρου ποδὸςἀγαλματώσας ἀμφελυτρώσει πέτρῳ,
λαμπτηροκλέπτης τριπλανοῦς ποδηγίας.