Posthomerica 12.444-97 (iii AD)
The lair of the drakontes: Laocoon is spared but blinded.
Λαοκόων δ᾽ ἔτ᾽ ἔμιμνεν ἐποτρύνων ἑτάροισιν
ἵππον ἀμαλδῦναι μαλερῷ πυρί: τοὶ δέ οἱ οὔτι
πείθοντ᾽, ἀθανάτων γὰρ ὑποτρομέεσκον ὁμοκλήν.
τῷ δ᾽ ἔπι κύντερον ἄλλο θεὰ μεγάθυμος Ἀθὴνη
δυστήνοις τεκέεσσιν ἐμήδετο Λαοκόωντος.
δὴ γάρ που πέλεν ἄντρον ὑπὸ στυφελώδεϊ πέτρῃ
ἠερόεν, θνητοῖσιν ἀνέμβατον, ᾧ ἔνι θῆρες
σμερδαλέοι ναίεσκον ἔτ᾽ οὐλομένοιο γενέθλης
Τυφῶνος νήσοιο κατὰ πτύχας, ἥν τε Καλύδνην
λαοὶ ἐπικλείουσιν ἔσω ἁλὸς ἀντία Τροίης.
ἔνθεν ἀναστήσασα βίην καλέεσκε δρακόντων
ἐς Τροίην: οἱ δ᾽ αἶψα θεῆς ὕπο κινηθέντες
νῆσον ὅλην ἐτίναξαν: ἐπεσμαράγησε δὲ πόντος
νισσομένων, καὶ κῦμα διΐστατο: τοὶ δ᾽ ἐφέροντο
αἰνὸν λιχμώωντες: ἔφριξε δὲ κήτεα πόντου:
ἀμφὶ δ᾽ ἄρα στενάχοντο μέγα Ξάνθοιο θύγατρες
νύμφαι καὶ Σιμόεντος: ἀπ᾽ Οὐλύμποιο δὲ Κύπρις
ἄχνυτο: τοὶ δ᾽ ἄφαρ ἷξον ὅπῃ θεὸς ὀτρύνεσκε,
θήγοντες βλοσυρῇσι γενειάσι λοιγὸν ὀδόντων
δυστήνοις ἐπὶ παισί: κακὴ δ᾽ ἐπενίσσετο φύζα
Τρῶας, ὅτ᾽ εἰσενόησαν ἀνὰ πτόλιν αἰνὰ πέλωρα:
οὐδέ τις αἰζηῶν οὐδ᾽ εἰ μένος ἄτρομος ἦεν
μεῖναι ἔτλη: πάντας γὰρ ἀμείλιχον ἄμφεχε δεῖμα
θῆρας ἀλευομένους, ὀδύνη δ᾽ ἔχεν: ἂν δὲ γυναῖκες
οἴμωζον: καί πού τις ἑῶν ἐπελήσατο τέκνων
αὐτὴ ἀλευομένη στυγερὸν μόρον: ἀμφὶ δὲ Τροίη
ἔστεν᾽ ἐπεσσυμένων: πολλοὶ δ᾽ ἄφαρ εἰς ἓν ἰόντες
γυῖα περιδρύφθησαν: ἐνεστείνοντο δ᾽ ἀγυιαῖς
ἀμφιπεριπτώσσοντες. ἔλειπτο δὲ μοῦνος ἄπωθεν
Λαοκόων ἅμα παισί: πέδησε γὰρ οὐλομένη Κὴρ
καὶ θεός. οἱ δέ οἱ υἷας ὑποτρομέοντας ὄλεθρον
ἀμφοτέρους ὀλοῇσιν ἀνηρείψαντο γένυσσι
πατρὶ φίλῳ ὀρέγοντας ἑὰς χέρας: οὐδ᾽ ὅ γ᾽ ἀμύνειν
ἔσθενεν: ἀμφὶ δὲ Τρῶες ἀπόπροθεν εἰσορόωντες
κλαῖον ὑπὸ κραδίῃσι τεθηπότες. οἱ δ᾽ ἄρ᾽ Ἀθήνης
προφρονέως τελέσαντες ἀπεχθέα Τρωσὶν ἐφετμὴν
ἄμφω ἀϊστώθησαν ὑπὸ χθόνα: τῶν δ᾽ ἔτι σῆμα
φαίνεθ᾽, ὅπου κατέδυσαν ἐς ἱερὸν Ἀπόλλωνος:
Περγάμῳ ἐν ζαθέῃ. προπάροιθε δὲ Τρώιοι υἷες
παίδων Λαοκόωντος ἀμείλιχα δῃωθέντων
τεῦξαν ἅμ᾽ ἀγρόμενοι κενεὸν τάφον, ᾧ ἔπι δάκρυ
χεῦε πατὴρ ἀλαοῖσιν ὑπ᾽ ὄμμασιν: ἀμφὶ δὲ μήτηρ
πολλὰ κινυρομένη κενεῷ ἐπαΰτεε τύμβῳ
ἐλπομένη τι καὶ ἄλλο κακώτερον, ἔστενε δ᾽ ἄτην
ἀνέρος ἀφραδίῃς, μακάρων δ᾽ ὑπεδείδιε μῆνιν:
ὡς δ᾽ ὅτ᾽ ἐρημαίην περιμύρεται ἀμφὶ καλιὴν
πολλὰ μάλ᾽ ἀχνυμένη κατὰ δάσκιον ἄγκος ἀηδών,
ἧς ἔτι νήπια τέκνα, πάρος κελαδεινὸν ἀείδειν,
δάμναθ᾽ ὑπὸ γναθμοῖσι μένος βλοσυροῖο δράκοντος,
μητέρι δ᾽ ἄλγεα θῆκε, καὶ ἄσπετον ἀσχαλόωσα
μύρεται ἀμφὶ δόμον κενεὸν μάλα κεκληγυῖα:
ὣς ἥ γε στενάχιζε λυγρῷ τεκέων ἐπ᾽ ὀλέθρῳ
μυρομένη κενεῷ περὶ σήματι: σὺν δέ οἱ ἄλλο
πῆμα μάλ᾽ ἀργαλέον πόσιος πέλεν ἀμφ᾽ ἀλαοῖο.