Protrepticus 2.16 (c.200 AD)
The orphic doublets of Typhon: Zeus-Sabazius.
τί δ̓ εἰ καὶ τὰ ἐπίλοιπα προσθείην; κυεῖ μὲν ἡ Δημήτηρ, ἀνατρέφεται δὲ ἡ Κόρη, μίγνυται δ̓ αὖθις ὁ γεννήσας οὑτοσὶ Ζεὺς τῇ Φερεφάττῃ, τῇ ἰδίᾳ θυγατρί, μετὰ τὴν μητέρα τὴν Δηώ, ἐκλαθόμενος τοῦ προτέρου μύσους ῾πατὴρ καὶ φθορεὺς κόρης ὁ Ζεύς᾿ καὶ μίγνυται δράκων γενόμενος, ὃς ἦν, ἐλεγχθείς. Σαβαζίων γοῦν μυστηρίων σύμβολον τοῖς μυουμένοις ὁ διὰ κόλπου θεός: δράκων δέ ἐστιν οὗτος, διελκόμενος τοῦ κόλπου τῶν τελουμένων, ἔλεγχος ἀκρασίας Διός. κυεῖ καὶ ἡ Φερέφαττα παῖδα ταυρόμορφον: ἀμέλει, φησί τις ποιητὴς εἰδωλικός, ταῦρος δράκοντος καὶ πατὴρ ταύρου δράκων, ἐν ὄρει τὸ κρύφιον, βουκόλος, τὸ κεντρίον, βουκολικόν, οἶμαι, κέντρον τὸν νάρθηκα ἐπικαλῶν, ὃν δὴ ἀναστέφουσιν οἱ βάκχοι.