Geography, 16.2.7 (c.24 AD)
Strabo describes Typhon embodied in the Syrian river Orontes.
῾ρεῖ δὲ τῆς πόλεως πλησίον Ὀρόντης ποταμός: οὗτος δ᾽ ἐκ τῆς κοίλης Συρίας τὰς ἀρχὰς ἔχων εἶθ᾽ ὑπὸ γῆν ἐνεχθεὶς ἀναδίδωσι πάλιν τὸ ῥεῦμα, καὶ διὰ τῆς Ἀπαμέων εἰς τὴν Ἀντιόχειαν προελθὼν πλησιάσας τῇ πόλει πρὸς τὴν θάλατταν καταφέρεται τὴν κατὰ Σελεύκειαν: τὸ δ᾽ ὄνομα τοῦ γεφυρώσαντος αὐτὸν Ὀρόντου μετέλαβε, καλούμενος πρότερον Τυφών. μυθεύουσι δ᾽ ἐνταῦθά που τὰ περὶ τὴν κεραύνωσιν τοῦ Τυφῶνος καὶ τοὺς Ἀρίμους, περὶ ὧν εἴπομεν καὶ πρότερον: φασὶ δὲ τυπτόμενον τοῖς κεραυνοῖς (εἶναι δὲ δράκοντα) φεύγειν κατάδυσιν ζητοῦντα: τοῖς μὲν οὖν ὁλκοῖς ἐντεμεῖν τὴν γῆν καὶ ποιῆσαι τὸ ῥεῖθρον τοῦ ποταμοῦ, καταδύντα δ᾽ εἰς γῆν ἀναρρῆξαι τὴν πηγήν: ἐκ δὲ τούτου γενέσθαι τοὔνομα τῷ ποταμῷ.